Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ’ ἔτ’ ἔφαντο
ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. 380
τὼ δ’ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ,
ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
Τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ 385
γούνατά τε κνῆμαί τε πόδες θ’ ὑπένερθεν ἑκάστου
χεῖρές τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
λαοῖσιν δώῃ τανύειν, μεθύουσαν ἀλοιφῇ· 390
δεξάμενοι δ’ ἄρα τοί γε διαστάντες τανύουσι
κυκλόσ’, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ’ ἀλοιφὴ
πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διαπρό·
ὣς οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμός, 395
Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς
νῆας ἔπι γλαφυράς· περὶ δ’ αὐτοῦ μῶλος ὀρώρει
ἄγριος· οὐδέ κ’ Ἄρης λαοσσόος οὐδέ κ’ Ἀθήνη
τόν γε ἰδοῦσ’ ὀνόσαιτ’, οὐδ’ εἰ μάλα μιν χόλος ἵκοι·
τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων 400
ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ’ ἄρα πώ τι
ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·
πολλὸν γὰρ ῥ’ ἀπάνευθε νεῶν μάρναντο θοάων,
τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ
τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν 405
ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν,
ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·
πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/127
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ