ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
δὴ τότε γ’ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη 410
μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος.
Οἱ δ’ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ’ ἔχοντες
νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·
«ὦ φίλοι, οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι 415
νῆας ἔπι γλαφυράς, ἀλλ’ αὐτοῦ γαῖα μέλαινα
πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη
εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.»
Ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· 420
«ὦ φίλοι, εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε δαμῆναι
πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.»
Ὣς ἄρα τις εἴπεσκε, μένος δ’ ὄρσασκεν ἑκάστου.
ὣς οἱ μὲν μάρναντο, σιδήρειος δ’ ὀρυμαγδὸς
χάλκεον οὐρανὸν ἷκε δι’ αἰθέρος ἀτρυγέτοιο· 425
ἵπποι δ’ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
ἐν κονίῃσι πεσόντος ὑφ’ Ἕκτορος ἀνδροφόνοιο.
ἦ μὰν Αὐτομέδων, Διώρεος ἄλκιμος υἱός,
πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, 430
πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ’ ἀρειῇ·
τὼ δ’ οὔτ’ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
ἠθελέτην ἰέναι οὔτ’ ἐς πόλεμον μετ’ Ἀχαιούς,
ἀλλ’ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ’ ἐπὶ τύμβῳ
ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, 435
ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες,
οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι
θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/128
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ