Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/126

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ

ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν,
ὅς ῥ’ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, 350
καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
Τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,
ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·
ἀλλ’ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ
ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ’ ἔχοντο. 355
Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·
οὔτέ τιν’ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει
οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,
ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν 360
δεύετο πορφυρέῳ, τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον
νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
καὶ Δαναῶν· οὐδ’ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ
ἀλλήλοις ἀν’ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν. 365
Ὣς οἱ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
οὔτε ποτ’ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·
ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ’ ὅσσον ἄριστοι
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
οἱ δ’ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ 370
εὔκηλοι πολέμιζον ὑπ’ αἰθέρι, πέπτατο δ’ αὐγὴ
ἠελίου ὀξεῖα, νέφος δ’ οὐ φαίνετο πάσης
γαίης οὐδ’ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο,
ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα,
πολλὸν ἀφεσταότες. τοὶ δ’ ἐν μέσῳ ἄλγε’ ἔπασχον 375
ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
ὅσσοι ἄριστοι ἔσαν· δύο δ’ οὔ πω φῶτε πεπύσθην,
ἀνέρε κυδαλίμω, Θρασυμήδης Ἀντίλοχός τε,