ποσσὶν ὑπ’ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
τρὶς μὲν ὀρέξατ’ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ, 20
Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
ἔνθ’ ἐλθὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ’ ἱμάσθλην 25
χρυσείην εὔτυκτον, ἑοῦ δ’ ἐπεβήσετο δίφρου,
βῆ δ’ ἐλάαν ἐπὶ κύματ’· ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ
πάντοθεν ἐκ κευθμῶν, οὐδ’ ἠγνοίησεν ἄνακτα·
γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
ῥίμφα μάλ’, οὐδ’ ὑπένερθε διαίνετο χάλκεος ἄξων· 30
τὸν δ’ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
Ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης,
μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
ἔνθ’ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
λύσας ἐξ ὀχέων, παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ 35
ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας,
ἀῤῥήκτους ἀλύτους, ὄφρ’ ἔμπεδον αὖθι μένοιεν
νοστήσαντα ἄνακτα· ὁ δ’ ἐς στρατὸν ᾤχετ’ Ἀχαιῶν.
Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο 40
ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν
αἱρήσειν, κτενέειν δὲ παρ’ αὐτόθι πάντας ἀρίστους.
ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθών,
εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· 45
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
«Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/10
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν