Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ’ ἐχέμεν καὶ ὀϊζὺν
νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ,
νόσφιν ἐφ’ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν 5
γλακτοφάγων, Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
ἐς Τροίην δ’ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
οὐ γὰρ ὅ γ’ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
Οὐδ’ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· 10
καὶ γὰρ ὁ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
ὑψοῦ ἐπ’ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
ἔνθ’ ἄρ’ ὅ γ’ ἐξ ἁλὸς ἕζετ’ ἰών, ἐλέαιρε δ’ Ἀχαιοὺς 15
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
Αὐτίκα δ’ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
κραιπνὰ ποσὶ προβιβάς· τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη