Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/11

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
ἄλλῃ μὲν γὰρ ἔγωγ’ οὐ δείδια χεῖρας ἀάπτους
Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· 50
ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει,
Ἕκτωρ, ὃς Διὸς εὔχετ’ ἐρισθενέος πάϊς εἶναι.
σφῶϊν δ’ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν 55
αὐτώ θ’ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ’ ἀπὸ νηῶν
ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.»
Ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο, 60
γυῖα δ’ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
αὐτὸς δ’ ὥς τ’ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
ὅς ῥά τ’ ἀπ’ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. 65
τοῖιν δ’ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
αἶψα δ’ ἄρ’ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
«Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι,
μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
οὐδ’ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής· 70
ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
ῥεῖ’ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
καὶ δ’ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
μαιμώωσι δ’ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.» 75
Τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·