τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ’ ὁμίλου
ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερὰ θοῦρον Ἄρηα 355
ἥμενον· ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω·
ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
«φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
ὄφρ’ ἐς Ὄλυμπον ἵκωμαι ἵν’ ἀθανάτων ἕδος ἐστί. 360
λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.»
Ὣς φάτο, τῇ δ’ ἄρ’ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
ἣ δ’ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, 365
μάστιξεν δ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.
αἶψα δ’ ἔπειθ’ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
ἔνθ’ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
λύσασ’ ἐξ ὀχέων, παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ·
ἣ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη 370
μητρὸς ἑῆς· ἣ δ’ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἐκ τ’ ὀνόμαζε·
«τίς νύ σε τοιάδ’ ἔρεξε φίλον τέκος Οὐρανιώνων
μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;»
Τὴν δ’ ἠμείβετ’ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· 375
«οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
οὕνεκ’ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.» 380
Τὴν δ’ ἠμείβετ’ ἔπειτα Διώνη, δῖα θεάων·
«τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/136
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε