νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
Αἰνείαο δ’ ἐπαΐξας καλλίτριχας ἵππους
ἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς.
δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης 325
τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γ’ ἥρως
ὧν ἵππων ἐπιβὰς ἔλαβ’ ἡνία σιγαλόεντα,
αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ 330
γιγνώσκων ὅ τ’ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
τάων αἵ τ’ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
οὔτ’ ἄρ’ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων,
ἔνθ’ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς 335
ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
πρυμνὸν ὕπερ θέναρος· ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο,
ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· 340
οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’ αἴθοπα οἶνον,
τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων 345
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
τῇ δ’ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
«εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
εἰ δὲ σύ γ’ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ’ ὀΐω 350
ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ’ ἑτέρωθι πύθηαι.»
Ὣς ἔφαθ’, ἣ δ’ ἀλύουσ’ ἀπεβήσετο, τείρετο δ’ αἰνῶς·
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/135
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε