πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχοντες
ἐξ ἀνδρῶν χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες.
τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης, 385
παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια,
Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δ’ ἐξέκλεψεν Ἄρηα 390
ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
τλῆ δ’ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
τλῆ δ’ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, 395
εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο,
ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. 400
τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
ἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων,
ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· 405
νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς,
ὅττι μάλ’ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
ἐλθόντ’ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, 410
φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη,
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/137
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε