Τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
«μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
κεῖνον δ’ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. 440
ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
οὐ γάρ πώ ποτέ μ’ ὧδέ γ’ ἔρως φρένας ἀμφεκάλυψεν,
οὐδ’ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, 445
ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.»
Ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δ’ εἵπετ’ ἄκοιτις.
Τὼ μὲν ἄρ’ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
Ἀτρεΐδης δ’ ἀν’ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. 450
ἀλλ’ οὔ τις δύνατο Τρώων κλειτῶν τ’ ἐπικούρων
δεῖξαι Ἀλέξανδρον τότ’ ἀρηϊφίλῳ Μενελάῳ·
οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον εἴ τις ἴδοιτο·
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 455
«κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι·
νίκη μὲν δὴ φαίνετ’ ἀρηϊφίλου Μενελάου,
ὑμεῖς δ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν’ ἔοικεν,
ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται.» 460
Ὣς ἔφατ’ Ἀτρεΐδης, ἐπὶ δ’ ᾔνεον ἄλλοι Ἀχαιοί.
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/104
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
3. ΙΛΙΑΔΟΣ Γ