Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/103

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
3. ΙΛΙΑΔΟΣ Γ

ἀλλ’ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
εἰς ὅ κέ σ’ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
κεῖσε δ’ ἐγὼν οὐκ εἶμι—νεμεσσητὸν δέ κεν εἴη— 410
κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ’ ὀπίσσω
πᾶσαι μωμήσονται· ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ.»
Τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη·
«μή μ’ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
τὼς δέ σ’ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ’ ἐφίλησα, 415
μέσσῳ δ’ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
Ὣς ἔφατ’, ἔδεισεν δ’ Ἑλένη Διὸς ἐκγεγαυῖα,
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. 420
Αἳ δ’ ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ἵκοντο,
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
ἣ δ’ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
τῇ δ’ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· 425
ἔνθα κάθιζ’ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
ὄσσε πάλιν κλίνασα, πόσιν δ’ ἠνίπαπε μύθῳ·
«ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
ἦ μὲν δὴ πρίν γ’ εὔχε’ ἀρηϊφίλου Μενελάου 430
σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
ἀλλ’ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ’ ἔγωγε
παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 435
ἀφραδέως, μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρὶ δαμήῃς.»