Μετάβαση στο περιεχόμενο

Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/105

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΛΙΑΔΟΣ Δ


Οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ’ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
αὐτίκ’ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην 5
κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
ἀλλ’ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
τέρπεσθον· τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη 10
αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
ἀλλ’ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα,
ἤ ῥ’ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν 15
ὄρσομεν, ἦ φιλότητα μετ’ ἀμφοτέροισι βάλωμεν.
εἰ δ’ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
αὖτις δ’ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
Ὣς ἔφαθ’, αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· 20
πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.