Μετάβαση στο περιεχόμενο

Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/48

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24
Πρὸς Ἀσκληπιὸν
cap. 2.

ὑλικοῦ οὐχ ὑπὸ τῶν κατἐκτὸς τοῦ σώματος συμβαίνει γίνεσθαι, ἀλλ' ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατἐκτός, ἤτοι ψυχῆς ἢ πνεύματος, ἢ ἄλλου τινὸς ἀσωμάτου. σῶμα γὰρ ἔμψυχον οὐ κινεῖ, ἀλλ' οὐδὲ τὸ σύνολον σῶμα, κἂν ᾖ ἄψυχον.

9 Ἀσκληπιός.Πῶς τοῦτο λέγεις, ὦ τρισμέγιστε; τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα οὐ σώματά ἐστι τὰ κινοῦντα;

Ἑρμῆς.Οὐδαμῶς, ὦ ᾿Ασκληπιέ· τὸ γὰρ ἔνδον τοῦ σώματος τοῦ κινοῦντος τὸ ἄψυχον, οὐ σῶμα ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστάζοντος καὶ τὸ τοῦ βασταζομένου; διόπερ ἄψυχον οὐκ ἄψυχον κινήσει· ὁρᾷς οὖν καταβαρουμένην τὴν ψυχήν, ὅταν μόνη δύο σώματα φέρῃ. καὶ ὅτι μὲν ἔν τινι κινεῖται τὰ κινούμενα καὶ ὑπό τινος, δῆλον.