Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/49

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
cap. 2.25
λόγος καθολικός.

10 Ἀσκληπιός. Ἐν κενῷ δὲ δεῖ κινεῖσθαι τὰ κινούμενα, ὦ τρισμέγιστε;

Ἑρμῆς. Εὖ φῄς, ὦ Ἀσκληπιέ. οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενὸν· μόνον δὲ τὸ μὴ ὄν κενόν ἐστι καὶ ξένον τῆς τῆς ὑπάρξεως, τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν· τὸ γὰρ ὑπάρχον κενὸν οὐδέποτε γενέσθαι δύναται.

Ἀσκληπιός. Οὐκ ἔστιν οὖν κενά τινα, ὦ τρισμέγιστε, οἷον κάδδος κενὸς καὶ κέραμος κενὸς καὶ φρέαρ κενὸν καὶ ληνὸς καὶ τὰ ἄλλα τὰ παραπλήσια;

Ἑρμῆς. Φεῦ τῆς πολλῆς πλάνης, ὦ Ἀσκληπιέ. τὰ πληρέστατα καὶ μεστότατα ἡγῇ κενὰ εἶναι;

11 Ἀσκληπιός. Πῶς λέγεις, ὦ τρισμέγιστε;