Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/47

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
cap. 2.23
λόγος καθολικός.

Ἑρμῆς. Ἡ δὲ περιφορὰ τὸ αὐτὸ καὶ ἡ περὶ τὸ αὐτὸ κίνησις ὑπὸ στάσεως κατεχομένη. τὸ γὰρ περὶ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτὸ. κωλυόμενον δὲ τοὺς τὸ ὑπὲρ αὐτό εἰ ἔστηκεν εἰς τὸ περὶ αὐτό, οὕτω καὶ ἡ ἐναντία φορὰ ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη. 8 παράδειγμα δέ σοι ἐπίγειον τοῖς ὀφθαλμοῖς ἐμπῖπτον περὶ τούτο φράσω· τὰ ἐπίγεια ζῷα, οἷον τὸν ἄνθρωπον λέγω θεώρει νηχόμενον. φερομένου γὰρ τοῦ ὕδατος, ἡ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ, τοῦ μὴ συγκατενεχθῆναι τῷ ὕδατι μήτε δῦναι ὑπ' αὐτό.

Ἀσκληπιός. Σαφέστατον παράδειγμα εἶπες, ὦ τρισμέγιστε.

Ἑρμῆς. Πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖται. ἡ οὖν κίνησις τοῦ κόσμου καὶ παντὸς ζῴου