Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/44

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
20
Πρὸς Ἀσκληπιὸν

Ἀσκληπιός. Καὶ πάνυ.

2  Ἑρμῆς. Μέγας οὖν οὗτος ὁ κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῶμα;

Ἀσκληπιός. Ὡμολόγηται.

Ἑρμῆς. Καὶ στιβαρός· πεπλήρωται γὰρ ἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἐστὶ σώματα.

Ἀσκληπιός. Οὕτως ἔχει.

Ἑρμῆς. Σῶμα δὲ ὁ κόσμος;

Ἀσκληπιός. Σῶμα.

Ἑρμῆς. Καὶ κινούμενον;

3 Ἀσκληπιός. Μάλιστα.

Ἑρμῆς. Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται, καὶ ποταπὸν τὴν φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν;

Ἀσκληπιός. Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε.

4 Ἑρμῆς. Ποταπῆς δὲ φύσεως; τῆς ἐναντίας ἆρα, ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον.

 10. καὶ] δὲ Patr. 15. στερότητος ἐπισχεῖ Patr. 18. ἆρα om. Patr.