Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/45

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
cap. 2.21
λόγος καθολικός.

Ἀσκληπιός. Ὡμολόγηται.

Ἑρμῆς. Ἀσώματος οὖν ὁ τόπος, τὸ δὲ ἀσώματον ἢ θεῖόν ἐστιν ἢ θεός. τὸ δὲ θεῖον λέγω νῦν, οὐ τὸ γεννητόν, ἀλλὰ τὸ ἀγέννητον. 5 ἐὰν μὲν οὖν ᾖ θεῖον, οὐσιῶδές ἐστιν· ἐὰν δὲ ᾖ θεός, καὶ ἀνουσίαστον γίνεται. ἄλλως δὲ νοητός οὕτω. νοητὸς γὰρ πρῶτος ὁ θεός ἐστιν ἡμῖν, οὐχ ἑαυτῷ. τὸ γὰρ νοητὸν τῷ νοοῦντι αἰσθήσει ὑποπίπτει. ὁ θεὸς οὖν οὐχ ἑαυτῷ νοητός. οὐ γὰρ ἄλλο τι ὢν τοῦ νοουμένου ὑφ' ἑαυτοῦ νοεῖται· 6 ἡμῖν δὲ ἄλλο τί ἐστι, διὰ τοῦτο ἡμῖν νοεῖται. εἰ δὲ νοητὸς ὁ τόπος, οὐχι θεός, ἀλλὰ τόπος· εἰ δὲ καὶ θεός, οὐχ ὡς τόπος, ἀλλ' ὡς ἐνέργεια χωρητική. πᾶν δὲ τὸ κινούμενον οὐκ ἐν κινουμένῳ κινεῖται ἀλλ' ἐν ἑστῶτι· καὶ τὸ κινοῦν δὴ ἕστηκεν· ἀδύνατον γὰρ αὐτῷ συγκινεῖσθαι.

Ἀσκληπιός. Πῶς οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε