Μετάβαση στο περιεχόμενο

Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/37

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
cap. 1.13
Ποιμάνδρης

καὶ ἐλεήμοσι, τοῖς εὐσεβῶς βιοῦσι. καὶ ἡ παρουσία μου γίνεται βοήθεια, καὶ εὐθὺς τὰ πάντα γνωρίζουσι καὶ τὸν πατέρα ἱλάσκονται ἀγαπητικῶς, καὶ εὐχαριστοῦσιν εὐλογοῦντες καὶ ὑμνοῦσι τεταγμένοι πρὸς αὐτὸν τῇ στοργῇ· καὶ πρὸ τοῦ παραδοῦναι τὸ σῶμα ἰδίῳ θανάτῳ μυσάττονται τὰς αἰσθήσεις εἰδότες αὐτῶν τὰ ἐνεργήματα· μᾶλλον δὲ οὐκ ἐάσω αὐτὸς ὁ νοῦς τὰ προσπίπτοντα ἐνεργήματα τοῦ σώματος ἐκτελεσθῆναι· πυλωρὸς γὰρ ὢν ἀποκλείσω τὰς εἰσόδους τῶν κακῶν καὶ αἰσχρῶν ἐνεργημάτων τὰς ἐνθυμήσεις ἐκκόπτων. 23 τοῖς δὲ ἀνοήτοις καὶ κακοῖς καὶ πονηροῖς καὶ φθονεροῖς καὶ πλεονέκταις καὶ φονεῦσι καὶ ἀσεβέσι πόρρωθέν εἰμι, τῷ τιμωρῷ ἐκχωρήσας δαίμονι, ὅστις τὴν ὀξύτητα τοῦ πυρὸς προσβάλλων θρώσκει αὐτοὺς αἰσθητικῶς, καὶ μᾶλλον ἐπὶ τὰς ἀνομίας αὐτοὺς ὁπλίζει, ἵνα τύχωσι μείζονος τιμωρίας· καὶ οὐ παύεται ἐπ' ὀρέξεις ἀπλέτους τὴν ἐπιθυμίαν αὐτῶν κινῶν

1. εὐσεβῶς βιοῦσι] εὐσεβοῦσι AB.2. γίνεται A.4. ὑμνοῦσι] sic A Patr., ὑμνοῦντες reliqui.║ τεταγμένοι] sic Patr. τεταγμένως reliqui.6. μυσάττοντες A, μουσάσσοντες Patr.9. γὰρ] sic B, om. reliqui.14. et 15. αὐτὸν (bis) et τύχῃ A Turn. Patr.16. ἀπλέτους] διεγείρων marg. B.║ τὴν] καὶ τὴν B.║ αὐτῶν κινῶν] sic B, ἔχων A Turn. Patr., ἀνέχων Fluss.