Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/36

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
12cap. 1.
Ποιμάνδρης

συνέστηκεν ἐν τῷ αἰσθητῷ κόσμῳ, ἐξ οὗ θάνατος ἀρδεύεται.

21 Ἐνόησας ὀρθῶς, ὦ οὗτος. κατὰ τί δὲ ὁ ἐννοήσας ἑαυτὸν εἰς θεὸν χωρεῖ, ὅπερ ἔφη ὁ τοῦ θεοῦ λόγος; Φημὶ ἐγώ ὅτι Ἐκ φωτὸς καὶ ζωῆς συνέστηκεν ὁ πατὴρ τῶν ὅλων, ἐξ οὗ γέγονεν ὁ ἄνθρωπος. Εὐφήμει λαλῶν, φησί, φῶς καὶ ζωή ἐστιν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗ ἐγένετο ὁ ἄνθρωπος. ἐὰν οὖν μάθῃς σεαυτὸν ἐκ ζωῆς καὶ φωτὸς ὄντα, καὶ ὅτι ἐκ τούτων τυγχάνεις, εἰς ζωὴν πάλιν χωρήσεις. ταῦτα ὁ Ποιμάνδρης εἶπεν. Ἀλλ’ ἔτι ἔφην ἐγώ, εἰπέ μοι, πῶς εἰς ζωὴν χωρήσω, ὦ νοῦς; Ἐμός φησὶν ὁ θεός, Ὁ ἔννους ἄνθρωπος ἀναγνωρισάτω ἑαυτόν. Οὐ πάντες, φημί, οὖν ἄνθρωποι νοῦν ἔχουσιν; 22 Εὐφήμει, ὦ οὗτος, τοιαῦτα λαλῶν. παραγίνομαι αὐτὸς ἐγὼ ὁ νοῦς τοῖς ὁσίοις καὶ ἀγαθοῖς καὶ καθαροῖς

1. 2. ἄρδεται Patr. 3. 4. ὁ εννοήσας ἑαυτὸν] sic Patr. ἐνοήσας σαυτὸν codd. 4. θεὸν] sic Patr. ἑαυτὸν A, αὐτὸ reliqui.║ χωρεῖ] χωριεὶ A.║ ἔφη] sic Patr. ἔχει reliqui. 6. εὐφήμει λαλῶν, φησί] sic B, εὖ φυσί λαλῶν A Turn. Fluss. 7. φησί om. Patr. 8. ἑαυτὸν codd. 9. καὶ ὅτι—τυγχάνεις om. Patr. 10. χωρήσῃς B. 11. ἔφην ἐγὼ om. A Patr., et ponunt infra post χωρήσω. 12. ἐμὸς crasum B. 14. ἐὐφήμει] sic Β, εὐφήμι Patr. εὖ φησί reliqui.║ τοιαῦτα om. A Patr. 14. 15. αὐτὸς] sic B, γὰρ Patr., om. reliqui. 15. ὁσίοις] ἰδίοις Vergic. Fluss.