Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/35

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
cap. 1.11
Ποιμάνδρης

ἔννους ἑαυτὸν ὄντα ἀθάνατον καὶ τὸν αἴτιον τοῦ θανάτου ἔρωτα σώματος, καὶ πάντα τὰ ὄντα.

19 Τοῦτο εἰπόντος, ἡ πρόνοια διὰ τῆς εἱμαρμένης καὶ ἁρμονίας τὰς μίξεις ἐποιήσατο καὶ τὰς γενέσεις κατέστησε. καὶ ἐπληθύνθη κατὰ γένος τὰ πάντα. καὶ ὁ ἀναγνωρίσας ἑαυτὸν ἐλήλυθεν εἰς τὸ περιούσιον ἀγαθόν, ὁ δὲ ἀγαπήσας τὸ ἐκ πλάνης ἔρωτος σῶμα, οὗτος μένει ἐν τῷ σκότει πλανώμενος, αἰσθητῶς πάσχων τὰ τοῦ θανάτου. 20 Τί τοσοῦτον ἁμαρτάνουσιν, ἔφην ἐγώ, οἱ ἀγνοοῦντες, ἵνα στερηθῶσι τῆς ἀθανασίας; Ἔοικας, φησίν, ὦ οὗτος, μὴ πεφροντικέναι ὧν ἤκουσας. οὐκ ἔφην σοι νοεῖν; Νοῶ, ἔφην, καὶ μιμνήσκομαι· εὐχαριστῶ δὲ ἅμα σοί. Εἰ ἐνόησας, φησίν, εἰπέ μοι, διὰ τί ἄξιοί εἰσι τοῦ θανάτου οἱ ἐν τῷ θανάτῳ ὄντες. Ὅτι προκατάρχεται, φημί, τοῦ οἰκείου σώματος τὸ στυγνὸν σκότος, ἐξ οὗ ἡ ὑγρὰ φύσις, ἐξ ἧς τὸ σῶμα

ὁ ἔννους] ἄν̅ο̅ς̅ (i.e. ἄνθρωπος) B. 2. σώματος] sic Patr. om. reliqui. 3. τοῦτο om. Patr. 8. τί] καὶ τί B. 10. φησίν Om. A Turn. Fluss.║ μὴ] τοῦ μὴ A Turn. Fluss. 11. ἔφην alterum] δε Patr. om. A Turn. Fluss. 12. σοί] sic Patr. om. reliqui.║ εἰ] καὶ εἰ B.║ φησίν om. A Turn. Fluss. 14. προκατέχεται Fluss.║ φημί om. Patr. 15. ἧς] sic Patr. οὗ reliqui.