Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/34

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
10cap. 1.
Ποιμάνδρης

ξάνεσθε ἐν αὐξήσει καὶ πληθύνεσθε ἐν πλήθει, πάντα τὰ κτίσματα καὶ δημιουργήματα· καὶ ἀναγνωρισάτω

καὶ τὸ προκείμενον τοῦτο ῥητὸν ὅλον· τὸ γὰρ εἶπεν ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε σαφῶς ἐκ τῆς μωσαϊκῆς κοσμοποιίας ἐστίν. Οὐ μὴν ἐνέμεινε παντελῶς τῇ ἁπλότητι καὶ σαφηνείᾳ καὶ τῷ εὐθεῖ καὶ εἰλικρινεῖ καὶ ὅλως θεοειδεῖ τῆς γραφῆς, ἀλλ’ εἰς τὸ εἰωθὸς ὑπερρύη πάθος τοῖς τῶν Ἑλλήνων σοφοῖς, εἰς ἀλληγορίας καὶ πλάνας καὶ τερατείας ἐκ τῆς εὐθείας ὁδοῦ καὶ ἀπλανοῦς ἐκτραπεὶς ἢ ὑπὸ τοῦ Ποιμάνδρου συνελαθείς (συνελασθείς rectius Boiss.) Οὐκ ἄδηλον δὲ ὅστις ἦν ὁ τῶν Ἑλλήνων Ποιμάνδρης. Ὁ καὶ παρ’ ἡμῖν κοσμοκράτωρ ὀνομαζόμενος ἢ τῶν ἐκείνου τις· κλέπτης γάρ φησίν („Basilius scilicet laudatus in Stephani Thesauro sub ἐκφερομυθῶ.“ Boiss.), ὁ διάυλος (διάβολος Boiss.) καὶ ἐκφερομυθεῖ τὰ ἡμέτερα, οὐχ ἵνα οἱ ἐκείνου μεταμάθωσι τὴν εὐσέβειαν (ἀσέβειαν Boiss.) ἀλλ’ ἵνα τοῖς τῆς ἀληθείας ῥήμασι καὶ νοήμασιν τὴν ἑαυτῶν δυσσέβειαν ἐπιχρώσαντες καὶ μορφώσαντες πιθανωτέραν ἐργάσωνται καὶ τοῖς πολλοῖς εὐπαράδεκτον. Οὐ γὰρ ἀληθεύει Πλάτων τὰς ἐκ τῶν βαρβάρων φήμας παραλαμβάνοντας κάλλιον ἀπεργάσασθαι τοὺς Ἕλληνας λέγων, παιδείᾳ χρωμενους καὶ μαντίαις ἐκ Δελφῶν. Ἀληθεύουσι δὲ μᾶλλον οἱ λέγοντες, ἀταλαίπωρον εἶναι παρὰ τοῖς Ἕλλησι τῆς ἀληθείας τὴν ζήτησιν, μάλιστα δὲ ἐν τῇ περὶ τοῦ θείου δόξῃ πλανᾶσθαι αὐτούς. Εἰσὶ δὲ οἱ ταῦτα λέγοντες οὐχ ἡμέτεροι, ἀλλὰ τῶν Ἑλλήνων οἱ δοκιμότεροι. Εἴτις ἐντετύχηκε καὶ οἷς ἔγραψεν ὁ Πορφύριος πρὸς ἀναβαίνοντα („rescribendum videtur πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον“ Boiss. adnuente Hasio.) τὸν Αἰγύπτιον, παρ’ ἐκείνου λοιπὸν ἐπιζητῶ („Scripsi ἐπιζητῶν, sed et ἐπιζητῶ possit erui e codicis compendio.“ Boiss.) μαθεῖν τὴν ἀλήθειαν, ἐπειδὴ παρὰ τῶν Ἑλλήνων ἐπέγνων· εἰ μὲν οὖν καὶ ἄλλο βάρβαρον γένος τὸν δημιουργὸν καὶ βασιλέα τοῦδε δὲ παντὸς (τοῦδε τοῦ παντὸς Boiss.) πατριώδει δόξῃ καὶ νόμοις ἐθρήσκευεν, εἰπεῖν οὐχ ἔχω· ὅτι δὲ ἡ τῶν Ἑβραίων θεοσέβεια περιβόητος ἦν ἀνὰ πᾶσαν τὴν οἰκουμένην, ὅτι καὶ ἡ νομοθεσία αὐτῶν ἀρχαιοτέρα ἦν καὶ Ἑρμοῦ τούτου, καὶ εἴτις ἄλλος παρ’ Ἕλλησι σοφός, πολλοῖς ἀποδέδεικται. marg. B. 2. ὁ om. A.