Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
cap. 1.9
Ποιμάνδρης
17 Ἐγένετο οὖν, ὡς ἔφην, τῶν ἑπτὰ τούτων ἡ γένεσις τοιῷδε τρόπῳ. θηλυκὸν γὰρ ὁ ἀήρ, καὶ ὕδωρ ὀχευτικόν. τὸ δὲ ἐκ πυρὸς πέπειρον, ἐκ δὲ αἰθέρος τὸ πνεῦμα ἔλαβε. καὶ ἐξήνεγκεν ἡ φύσις τὰ σώματα πρὸς τὸ εἶδος τοῦ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος ἐκ ζωῆς καὶ φωτὸς ἐγένετο εἰς ψυχὴν καὶ νοῦν, ἐκ μὲν ζωῆς εἰς ψυχήν, ἐκ δὲ φωτὸς εἰς νοῦν. καὶ ἔμεινεν οὕτω τὰ πάντα μέλη τοῦ αἰσθητοῦ κόσμου μέχρι περιόδου τέλους ἀρχῶν καὶ γενῶν. 18 ἄκουε λοιπόν, ὃν ποθεῖς λόγον ἀκοῦσαι. τῆς περιόδου πεπληρωμένης ἐλύθη ὁ πάντων σύνδεσμος ἐκ βουλῆς θεοῦ. πάντα γὰρ τὰ ζῷα ἀρρενοθήλεα ὄντα διελύετο ἅμα τῷ ἀνθρώπῳ, καὶ ἐγένετο τὰ μὲν ἀρρενικὰ ἐν μέρει, τὰ δὲ θηλυκὰ ὁμοίως. ὁ δὲ θεὸς εὐθὺς εἶπεν ἁγίῳ λόγῳ, αὐ-
δὲ φησιν marg B.1. ὡς ἔφην eras. B.2. θηλυκὸν γὰρ ὁ ἀήρ] sic Patr. θηλυκὴ γῆ ἦν reliqui.3. αἰθέρος] ἀέρος Fluss.6. 7.. εἰς ante ψυχὴν et ante νοῦν om. A. Turn. Patr.7. μέλη] sic Patr., om. reliqui.8. ἀρχῶν καὶ γενῶν] sic Patr. ἄρχων γενῶν A, καὶ ἀρχῶν γενῶν B.9. ὃν om. Patr.║ λόγον] λόγου Patr.11. ἀρρενόθυλυ A Turn. Fluss. Patr.13. ὁ δὲ θεὸς ευθὺς] quod sequitur scholion seorsim editum est e codice nostro B a V. Cl. Boissonade in libro cui titulus: Michae; Psellus de operatione daemonum. Norimbergae 1838. 8. p. 153, 154. Τοῦ Ψέλλου. Ἔοικεν ὁ γόης οὗτος τῇ θείᾳ γραφῇ ού παρέργως ὡμιληκέναι· ὅθεν ἐκ ταύτης ὁρμώμενος τῇ κοσμοποιίᾳ ἐπιχειρεῖ μηδὲ αὐτὰς ὀκνῶν τὰς μωσαϊκὰς λέξεις ψιλὰς ἐνίοτε ἀναγράφειν. Ὣς