ἀθάνατος γὰρ ὢν καὶ πάντων τὴν ἐξουσίαν ἔχων, τὰ θνητὰ πάσχει ὑποκείμενα τῇ εἱμαρμένῃ. ὑπεράνω οὖν ὢν τῆς ἁρμονίας, ἐναρμόνιος γέγονε δοῦλος. ἀρρενόθηλυς δὲ ὤν, ἐξ ἀρρενοθήλεος ὢν πατρὸς, καὶ ἄϋπνος ἀπὸ ἀΰπνου κρατεῖται.
16 Καὶ μετὰ ταῦτα νοῦς ὁ ἐμός, Καὶ αὐτὸς γὰρ ἐρῶ τοῦ λόγου. Ὁ δὲ Ποιμάνδρης εἶπε, Τοῦτό ἐστι τὸ κεκρυμμένον μυστήριον μέχρι τῆσδε τῆς ἡμέρας. ἡ γὰρ φύσις ἐπιμιγεῖσα τῷ ἀνθρώπῳ ἤνεγκέ τι θαῦμα θαυμασιώτατον. ἔχοντος γὰρ αὐτοῦ τῆς ἁρμονίας τῶν ἑπτὰ τὴν φύσιν, οὓς ἔφην σοι, ἐκ πυρὸς καὶ πνεύματος, οὐκ ἀνέμενεν ἡ φύσις, ἀλλ' εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους, πρὸς τὰς φύσεις τῶν ἑπτὰ διοκητόρων ἀρρενοθήλεας καὶ μεταρσίους.
Καὶ μετὰ ταῦτα, Ὦ Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦν ἐπιθυμίαν ἦλθον, καὶ ποθῶ ἀκοῦσαι. μὴ ἔκτρεχε. Καὶ ὁ Ποιμάνδρης εἶπεν, Ἀλλὰ σιώπα· οὔπω γάρ σοι ἀνήπλωσα τὸν πρῶτον λόγον. Ἰδοὺ σιωπῶ, ἔφην ἐγώ.