στους, ἀμπώτεις τε καὶ πλήμας μεγίστας, συναυξομένας ὑπὸ τὴν ἀνατολὴν καὶ τὴν πανσέληνον ἄχρι τριῶν ἡμερῶν, καὶ τοῖς μεταξὺ καταστήμασι τῆς σελήνης ἐλασσουμένας, πολὺ δὲ μᾶλλον ἡ κατὰ Βαρυγάζων, ὥστε αἰφνίδιον τόν τε βυθὸν ὁρᾶσθαι, καὶ ** τινα μέρη τῆς ἠπείρου, ποτὲ δὲ ξηρὰ τὰ πρὸ μικροῦ πλωϊζόμενα, τούς τε ποταμοὺς ὑπὸ τὴν εἰσβολὴν τῆς πλήμης, τοῦ πελάγους ὅλου συνωθουμένου, σφοδρότερον ἄνω φέρεσθαι τοῦ κατὰ φύσιν ῥεύματος ἐπὶ πλείστους σταδίους.
46. Διὸ καὶ κινδυνώδεις εἰσὶν αἱ τῶν πλοίων προσαγωγαὶ καὶ ἐξαγωγαὶ τοῖς ἀπείροις καὶ πρώτως εἰσάγουσιν εἰς τὸ ἐμπόριον. Γινομένης γὰρ ὁρμῆς ἤδη περὶ τὴν πλήμην οὐδὲν παριεμένης οὐκ ἀντέχουσιν [αἱ] ἄγκυραι· διὸ καὶ τὰ προληφθέντα πλοῖα τῇ ἰναίᾳ, πλαγιασθέντα ὑπὸ τῆς ὀξύτητος τοῦ ῥοὸς, ἐποκέλλει τοῖς τενάγεσι καὶ ἀνακλᾶται, τὰ δὲ μικρότερα καὶ περιτρέπεται, τινὰ δὲ καὶ περὶ τὰς διώρυχας ἀποκεκλικότα διὰ τὸ περὶ τὴν ἄμπωτιν, ὅταν μὴ διερείσῃς, τῆς πλήμης αἰφνίδιον ἐπελθούσης, ὑπὸ τῆς πρώτης κεφαλῆς τοῦ ῥοὸς ἐμπίμπλαται. Τοσαῦται γὰρ περὶ τὴν εἰσβολὴν τῆς θαλάσσης γίνονται βίαι κατὰ τὰς νεομηνίας ὑπὸ τὴν νυκτερινὴν μάλιστα πλήμην, ὥστε ἀρχομένης ἤδη τῆς εἰσαγωγῆς, ὅταν ἠρεμῇ τὸ πέλαγος, ὑπ ́ αὐτοῦ φέρεσθαι τοῖς ἐπὶ τοῦ στόματος παραπλήσιον βοῇ στρατοπέδου μακρόθεν ἀκουομένῃ, καὶ μετ ὀλίγον αὐτὴν ἐπιτρέχειν τοῖς τενάγεσι ῥοίζῳ τὴν θάλασσαν.
47. Ἐπίκειται δὲ τοῖς Βαρυγάζοις κατὰ τὰ μεσόγεια πλείονα ἔθνη, τό τε τῶν Ἀρατρίων καὶ Ἀραχωσίων καὶ Γανδαραίων καὶ τῆς Προκλαΐδος, ἐν ᾗ ἡ Βουκέφα-