λος Ἀλεξάνδρεια. Καὶ τούτων ἐπάνω μαχιμώτατον ἔθνος Βακτριανῶν, ὑπὸ βασιλέα ὄντων ἰδιότοπον. Καὶ Ἀλέξανδρος ὁρμηθεὶς ἀπὸ τῶν μερῶν τούτων ἄχρι τοῦ Γάγγους διῆλθε, καταλιπὼν τήν τε Λιμυρικὴν καὶ τὰ νότια τῆς Ἰνδικῆς· ἀφ ́ οὗ μέχρι νῦν ἐν Βαρυγάζοις παλαιαὶ προχωροῦσι δραχμαὶ, γράμμασιν Ἑλληνικοῖς ἐγκεχαραγμέναι ἐπίσημα τῶν μετ Ἀλέξανδρον βεβασιλευκότων Ἀπολλοδότου καὶ Μενάνδρου.
48. Ἔνι δὲ αὐτῇ καὶ ἐξ ἀνατολῆς πόλις λεγομένη Ὀζήνη, ἐν ᾗ καὶ τὰ βασίλεια πρότερον ἦν· ἀφ ́ ἧς πάντα τὰ πρὸς εὐθηνίαν τῆς χώρας εἰς Βαρύγαζα καταφέρεται καὶ τὰ πρὸς ἐμπορίαν τὴν ἡμετέραν, ὀνυχίνη λιθία καὶ μουρρίνη καὶ σινδόνες Ἰνδικαὶ καὶ μολόχιναι καὶ ἱκανὸν χυδαῖον ὀθόνιον. Κατάγεται δὲ δι ́ αὐτῆς καὶ ἀπὸ τῶν ἄνω τόπων ἡ διὰ Προκλαΐδος καταφερομένη νάρδος ἡ Καττυβουρίνη καὶ ἡ Πατροπαπίγη καὶ ἡ Καβαλίτη καὶ ἡ διὰ τῆς παρακειμένης Σκυθίας, ὅ τε κόστος καὶ ἡ βδέλλα.
49. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον οἶνος προηγουμένως Ἰταλικὸς καὶ Λαοδικηνὸς καὶ Ἀραβικὸς καὶ χαλκὸς καὶ κασσίτερος καὶ μόλυβδος, κοράλλιον καὶ χρυσόλιθον, ἱματισμὸς ἁπλοῦς καὶ νόθος παντοῖος, πολύμιτοι ζῶναι πηχυαῖαι, στύραξ, μελίλωτον, ὕαλος ἀργὴ, σανδαράκη, στίμμι, δηνάριον χρυσοῦν καὶ ἀργυροῦν, ἔχον ἀλλαγὴν καὶ ἐπικέρδειάν τινα πρὸς τὸ ἐντόπιον νόμισμα, μύρον οὐ βαρύτιμον οὐδὲ πολύ· τῷ δὲ βασιλεῖ κατ ́ ἐκείνους τοὺς καιροὺς εἰσφερόμενα βαρύτιμα ἀργυρώματα καὶ μουσικὰ καὶ παρθένοι εὐειδεῖς πρὸς παλλακίαν καὶ διάφορος οἶνος καὶ ἱματισμὸς ἁπλοῦς πολυτελὴς καὶ μύρον ἔξοχον. Φέρεται δὲ ἀπὸ τούτων τῶν τόπων νάρδος, κόστος, βδέλλα, ἐλέφας, ὀνυχίνη λιθία καὶ μουρρίνη καὶ λύκιον καὶ ὀθόνιον παντοῖον καὶ Σηρικὸν καὶ μολόχινον καὶ νῆμα καὶ πέπερι μακρὸν καὶ τὰ ἀπὸ τῶν ἐμπορίων φερόμενα. Ἀποπλέουσι δὲ κατὰ καιρὸν οἱ ἀπὸ τῆς Αἰγύπτου εἰς τὸ ἐμπόριον ἀναγόμενοι περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν Ἐπιφί.