Μετάβαση στο περιεχόμενο

Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/446

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὸν κόλπον, τὸ πλάτος ὡς σταδίων τριακοσίων, οἱ πλέοντες εἰς Βαρύγαζα διαπερῶνται, ἐξ εὐωνύμων ἀκροφανῆ καταλιπόντες τὴν νῆσον, (καὶ) εἰς αὐτὴν [τὴν] ἀνατολὴν ἐπ ́ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ Βαρυγάζων· λέγεται δὲ αὐτὸς ὁ ποταμὸς Ναμνάδιος.

43. Ὁ δὲ κόλπος αὐτὸς ὁ κατὰ Βαρύγαζα στενὸς ὢν τοῖς ἐκ πελάγους ἐρχομένοις ἐστὶ δυσεπίβολος· ἢ γὰρ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ εὐώνυμα παραπίπτουσιν, ᾗ γε ἐπιβολὴ κρείσσων ἐστὶ τῆς ἑτέρας. Ἀλλ ́ ἐκ μὲν τῶν δεξιῶν κατ ́ αὐτὸ τὸ στόμα τοῦ κόλπου παράκειται ταινία τραχεῖα καὶ διάσπιλος, Ἡρώνη λεγομένη, κατὰ Καμμωνὶ κώμην· ἐκ δὲ τῶν εὐωνύμων ἀπέναντι ταύτης τὸ πρὸ Ἀστακάπρων ἀκρωτήριον, ἡ Παπικὴ λεγομένη, δύσορμος οὖσα διά τε τὸν ῥοῦν τὸν περὶ αὐτὴν καὶ διὰ τὸ ἀποκόπτειν τὰς ἀγκύρας τραχὺν ὄντα καὶ πετρώδη τὸν βυθόν. Κἂν κατ ́ αὐτὸν δέ τις ἐπιβάλῃ τὸν κόλπον, αὐτὸ τὸ στόμα τοῦ κατὰ Βαρύγαζα ποταμοῦ δυσεύρετόν ἐστι διὰ τὸ τὴν χώραν ταπεινὴν εἶναι καὶ μηδὲν ἐγγύτερον ἐνεχύρως θεωρεῖσθαι κἂν εὑρεθῇ, δυσείσβολός ἐστι διὰ τὰ περὶ αὐτὸν τενάγη τοῦ ποταμοῦ.

44. Τούτου χάριν περὶ αὐτὸν τὸν εἴσπλουν βασιλικοὶ ἁλιεῖς ἐντόπιοι πληρώμασι μακρῶν πλοίων, ἃ λέγεται τράππαγα καὶ κότυμβα, πρὸς ἀπάντησιν ἐξέρχονται μέχρι τῆς Συραστρηνῆς, ἀφ ὧν ὁδηγεῖται τὰ πλοῖα μέχρι Βαρυγάζων. Κλίνουσι γὰρ εὐθὺς ἀπὸ τοῦ στόματος τοῦ κόλπου διὰ τενάγη τοῖς πληρώμασι καὶ ῥυμουλκοῦσιν αὐτὰ σταθμοῖς ἤδη τεταγμένοις, ἀρχομένης μὲν τῆς πλήμης αἴροντες, ἱσταμένης δὲ διορμίζοντες κατά τινας ὅρμους καὶ κυθρίνους. Οἱ δὲ κύθρινοι τόποι εἰσὶ τοῦ ποταμοῦ βαθύτεροι μέχρι Βαρυγάζων· ἀπέχει γὰρ ἀπὸ τοῦ στόματος ἄνω παρὰ τὸν ποταμὸν κειμένη ὡς σταδίων τριακοσίων.

45. Πᾶσα μὲν ἡ Ἰνδικὴ χώρα ποταμοὺς ἔχει πλεί-