καλεῖται, τὰ δὲ παραθαλάσσια Συραστρηνή. Πολυφόρος δὲ ἡ χώρα σίτου καὶ ὀρύζης καὶ ἐλαίου σησαμίνου καὶ βουτύρου καὶ καρπάσου καὶ τῶν ἐξ αὐτῆς Ἰνδικῶν ὀθονίων τῶν χυδαίων· βουκόλια δὲ ἐν αὐτῇ πλεῖστα καὶ ἄνδρες ὑπερμεγέθεις τῷ σώματι καὶ μέλανες τῇ χροιᾷ. Μητρόπολις δὲ τῆς χώρας Μιννάγαρα, ἀφ ́ ἧς καὶ πλεῖστον ὀθόνιον εἰς Βαρύγαζα κατάγεται. Σώζεται δὲ ἔτι καὶ νῦν τῆς Ἀλεξάνδρου στρατιᾶς σημεῖα περὶ τοὺς τόπους, ἱερά τε ἀρχαῖα καὶ θεμέλιοι παρεμβολῶν καὶ φρέατα μέγιστα. Ὁ δὲ παράπλους ταύτης τῆς χώρας ἀπὸ τοῦ Βαρβαρικοῦ μέχρι τοῦ κατὰ Ἀστάκαπρα πέραν Βαρυγάζων ἀκρωτηρίου, τῆς λεγομένης Παπικῆς, ἐστὶ σταδίων τρισχιλίων.
42. Μεθ ́ ἧς ἕτερός ἐστι κόλπος, ἔσω κυμάτων, εἰς αὐτὸν ἐνδύνων τὸν βορέαν, οὗ κατὰ μὲν τὸ στόμα νῆσός ἐστιν ἡλεγομένη Βαιώνης, ἐν δὲ τοῖς ἐσωτάτοις τόποις μέγιστος ποταμὸς ὁ λεγόμενος Μάϊς. Τοῦτον