νωτοφόρος, ὀρεινή τε καὶ δύσβατος, ἀέρα παχὺν ἔχουσα καὶ ὁμιχλώδη [καὶ] κατὰ τῶν δένδρων φερόμενον τὸν λίβανον. Ἔστι δὲ τὰ δένδρα τὰ λιβανοφόρα οὐ μεγάλα λίαν οὐδὲ ὑψηλὰ, φέρει δὲ ἐπὶ τῷ φλοιῷ πησσόμενον τὸν λίβανον, ὥς τινα καὶ τῶν παρ ́ ἡμῖν ἐν Αἰγύπτῳ δένδρων δακρύει τὸ κόμμι. Μεταχειρίζεται δὲ ὁ λίβανος ὑπὸ δούλων βασιλικῶν καὶ τῶν ἐπὶ τιμωρίᾳ πεμπομένων. Ἐπίνοσοι δὲ δεινῶς οἱ τόποι, καὶ τοῖς μὲν παραπλέουσι λοιμικοὶ, τοῖς δὲ ἐργαζομένοις πάντοτε θανατώδεις, ἔτι (δὲ) καὶ διὰ τὴν ἔνδειαν τῆς τροφῆς εὐχερῶς ἀπολλυμένοις.
30. Τούτου δ ́ ἐστὶν ἀκρωτήριον τοῦ κόσμου μέγιστον, ἀποβλέπον εἰς ἀνατολὴν, ὁ καλούμενος Σύαγρος, ἐφ ́ οὗ φρούριόν ἐστι τῆς χώρας καὶ λιμὴν καὶ ἀποθήκη τοῦ συναγομένου λιβάνου· καὶ κατὰ τοῦτον ἐν τῷ πελάγει νῆσος, ἀνὰ μέσον τούτου καὶ τοῦ πέραν ἀκρωτηρίου τῶν Ἀρωμάτων, τῷ Συάγρῳ συνορίζουσα μᾶλλον, ἡ Διοσκορίδου καλουμένη, μεγίστη μὲν ἔρημος δὲ