καὶ κάθυγρος, ἔχουσα ποταμοὺς ἐν αὑτῇ καὶ κροκοδείλους καὶ ἐχίδνας πλείστας καὶ σαύρας ὑπερμεγέθεις, ὧν τὸ κρέας ἐσθίουσι τὸ δὲ λίπος τήκουσι καὶ ἀντ ́ ἐλαίου χρῶνται· καρπὸν δὲ οὔτε ἀμπέλου οὔτε σιτικὸν ἡ νῆσος φέρει. Οἱ δ ́ ἐνοικοῦντες αὐτὴν ὀλίγοι κατὰ μίαν πλευρὰν τῆς νήσου τὴν πρὸς ἀπαρκτίαν οἰκοῦσι, καθ ́ ὃ μέρος ἀποβλέπει τὴν ἤπειρον· εἰσὶ δὲ ἐπίξενοι καὶ ἐπίμικτοι Ἀράβων τε καὶ Ἰνδῶν καὶ ἔτι Ἑλλήνων τῶν πρὸς ἐργασίαν ἐκπλεόντων. Φέρει δὲ ἡ νῆσος χελώνην τήν τε ἀληθινὴν καὶ χερσαίαν καὶ τὴν λευκὴν, πλείστην τε καὶ διάφορον τοῖς ὀστράκοις μείζοσι, τήν τε ὀρεινὴν ὑπερμεγέθη καὶ παχύτατον ὄστρακον ἔχουσαν, οὗ τὰ παρὰ τὴν κοιλίαν μέρη μὲν τομὴν οὐκ ἐπιδέχεται, καίπερ στερρότερα ὄντα· ὁλοτελῶς δὲ τὰ εὐχρηστοῦντα εἰς γλωσσόκομα καὶ πινακίδια καὶ μαγίδια καὶ τοιαύτην τινὰ γρύτην κατατέμνεται. Γίνεται δὲ ἐν αὐτῇ καὶ κιννάβαρι τὸ λεγόμενον Ἰνδικὸν, ἀπὸ τῶν δένδρων ὡς δάκρυ συναγόμενον.
31. Ὑποπίπτει μὲν οὖν, ὥσπερ ἡ Ἀζανία Χαριβαῆλι καὶ τῷ Μαφαρείτῃ τυράννῳ, καὶ ἡ νῆσος αὐτῷ τῷ βασιλεῖ τῆς λιβανωτοφόρου. Συνεχρήσαντο δὲ αὐτῇ καὶ ἀπὸ Μούζα τινὲς καὶ τῶν ἐκπλεόντων ἀπὸ Λιμυρικῆς καὶ Βαρυγάζων ὅσοι κατὰ τύχην εἰς αὐτὴν ἐπιβάλλοντες ὄρυζάν τε καὶ σῖτον καὶ ὀθόνην Ἰνδικὴν