Ἔχει δὲ καὶ αὐτὴ σύγχρησιν τῶν τοῦ πέραν ἐμπορίων, Βαρυγάζων καὶ Σκυθίας καὶ Ὀμάνων καὶ τῆς παρακειμένης Περσίδος.
28. Εἰσάγεται δὲ εἰς αὐτὴν ἀπ ́ Αἰγύπτου μὲν ὁμοίως πυρὸς ὀλίγος καὶ οἶνος ὥσπερ καὶ εἰς Μούζα, καὶ ἱματισμὸς Ἀραβικὸς, ὁμοίως καὶ κοινὸς καὶ ἁπλοῦς καὶ ὁ νόθος περισσότερος, καὶ χαλκὸς καὶ κασσίτερος καὶ κοράλλιον καὶ στύραξ καὶ τὰ λοιπὰ ὅσα εἰς Μούζα· τὰ πλείονα δὲ ἀργυρώματα τετορευμένα καὶ χρήματα τῷ βασιλεῖ, [καὶ] ἵπποι δὲ καὶ ἀνδριάντες καὶ ἱματισμὸς διάφορος ἁπλοῦς. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν φορτία, λίβανος καὶ ἀλόη, τὰ δὲ λοιπὰ κατὰ μετοχὴν τῶν ἄλλων ἐμπορίων. Πλεῖται δὲ εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν ὃν καὶ εἰς Μούζα, πρωϊμώτερον δέ.
29. Μετὰ δὲ Κανὴν, τῆς γῆς ἐπὶ πλεῖον ὑποχωρούσης, ἄλλος ἐκδέχεται βαθύτατος κόλπος, ἐπὶ πολὺ παρεκτείνων, ὁ λεγόμενος Σαχαλίτης, καὶ χώρα λιβα-