Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
καὶ κατ ́ αὐτὴν ἔρημοι νῆσοι δύο, μία μὲν ἡ τῶν Ὀρνέων, ἡ δ ἑτέρα λεγομένη Τρούλλας, ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς Κανῆς. Ὑπέρκειται δὲ αὐτῆς μεσόγειος ἡ μητρόπολις Σαββαθὰ, ἐν ᾗ καὶ ὁ βασιλεὺς κατοικεῖ. Πᾶς δὲ ὁ γεννώμενος ἐν τῇ χώρᾳ λίβανος εἰς αὐτὴν ὥσπερ ἐκδοχεῖον εἰσάγεται καμήλοις τε καὶ σχεδίαις ἐντοπίαις δερματίναις ἐξ ἀσκῶν καὶ πλοίοις.