Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ρευταὶ ἐντὸς ἀνέβησαν. Ἔχει δὲ τὸ ἐμπόριον χελώνην ἀληθινὴν καὶ χερσαίαν ὀλίγην καὶ λευκὴν μικροτέραν τοῖς ὀστράκοις· εὑρίσκεται δὲ ἐν αὐτῇ ποτὲ μὲν ἐλέφας ὀλίγος, ὅμοιος τῷ Ἀδουλιτικῷ. Ὁ δὲ τόπος ἀλίμενος καὶ σκάφαις μόνον τὴν ἀποδρομὴν ἔχων.
4. Μετὰ δὲ τὴν Πτολεμαΐδα τὴν τῶν θηρῶν ἀπὸ σταδίων ὡς τρισχιλίων ἐμπόριόν ἐστι νόμιμον ἡ Ἀδουλὶ, κείμενον ἐν κόλπῳ βαθεῖ κατ ́ αὐτὸν τὸν νότον, οὗ πρόκειται νῆσος Ὀρεινὴ λεγομένη, τοῦ μὲν ἐσωτάτου κόλπου σταδίους ὡς εἰς πέλαγος ἀπέχουσα διακοσίους,