ἐξ ἀμφοτέρων [δὲ] τῶν μερῶν παρακειμένην ἔχουσα τὴν ἤπειρον, ἐν ᾗ νῦν ὁρμεῖ τὰ καταγόμενα πλοῖα διὰ τὰς ἐκ τῆς γῆς καταδρομάς. Πρῶτον μὲν γὰρ ὥρμει κατ ́ αὐτὸν τὸν ἐσώτατον κόλπον ἐν τῇ Διοδώρου λεγομένῃ νήσῳ παρ ́ αὐτὴν τὴν ἤπειρον, ἐχούσῃ πεζῇ τὴν διάβασιν, δι ́ ἧς οἱ κατοικοῦντες βάρβαροι κατέτρεχον τὴν νῆσον. Καὶ κατ ́ αὐτὴν τὴν ἐν τῇ Ὀρεινῇ ἤπειρον ἀπὸ σταδίων εἴκοσι τῆς θαλάσσης ἐστὶν ἡ Ἀδουλὶ, κώμη σύμμετρος, ἀφ ́ ἧς εἰς μὲν Κολόην μεσόγειον πόλιν καὶ πρῶτον ἐμπόριον τοῦ ἐλέφαντος, ὁδός ἐστιν ἡμερῶν τριῶν. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν τὴν μετρόπολιν τῶν Αὐξωμιτῶν λεγομένων ἄλλων ἡμερῶν πέντε, εἰς ἣν ὁ πᾶς ἐλέφας ἀπὸ τοῦ πέραν τοῦ Νείλου φέρεται διὰ τοῦ λεγομένου Κυηνείου, ἐκεῖθεν δὲ εἰς Ἀδουλί. Τὸ μὲν οὖν ὅλον πλῆθος τῶν φονευομένων ἐλεφάντων ἢ ῥινοκερώτων περὶ τοὺς ἄνω νέμεται τόπους, σπανίως δέ ποτε καὶ ἐν τῷ παρὰ θάλασσαν περὶ αὐτὴν τὴν Ἀδουλὶ θεωροῦνται. Πρόκεινται δὲ τοῦ ἐμπορίου καὶ
Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/415
Εμφάνιση
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.