Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2. Τούτων ἐκ μὲν τῶν δεξιῶν ἀπὸ Βερνίκης συναφής ἐστιν ἡ Βαρβαρικὴ χώρα. Καὶ ἔστι τὰ μὲν παρὰ θάλασσαν Ἰχθυοφάγων [ἐν] μάνδραις ᾠκοδομημέναις ἐν στενώμασι σποράδην διοικούντων, τὰ δὲ μεσόγεια Βαρβάρων καὶ τῶν μετ ́ αὐτοὺς Ἀγριοφάγων καὶ Μοσχοφάγων κατὰ τυραννίδα νεμομένων, οἷς ἐπίκειται κατὰ νώτου μεσόγειος ἀπὸ τῶν πρὸς δύσιν μερῶν [μητρόπολις λεγομένη Μερόη].
3. Μετὰ δὲ τοὺς Μοσχοφάγους ἐπὶ θαλάσσης μικρὸν ἐμπόριόν ἐστιν, ἀπέχον* τὸ πέρας τῆς ἀνακομιδῆς σταδίους περὶ τετρακισχιλίους, Πτολεμαῒς ἡ τῶν θηρῶν λεγομένη, ἀφ ́ ἧς οἱ ἐπὶ Πτολεμαίων τῶν βασιλέων θη-