Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/244

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ρωτάτη, καὶ βοσκήματα παρ᾽ αὐτοῖς ἐστὶ καὶ μέγιστα καὶ πλεῖστα· καὶ αὐτοὶ πλουσιώτατοι (καὶ κάλλιστοι). Μετὰ δὲ τὴν Σύρτιν ταύτην Νεάπολίς ἐστι. Παράπλους δὲ ἀπὸ Ἀδρύμητος ἐπὶ Νέαν πόλιν ἡμέρας ἐστί. Μετὰ δὲ Νέαν πόλιν Ἑρμαία ἄκρα καὶ πόλις. Παράπλους ἀπὸ Νέας πόλεως εἰς Ἑρμαίαν ἡμέρας καὶ ἡμίσεως. Ἀπὸ δὲ Νέας πόλεώς ἐστιν εἰς ἰσθμὸν στάδια ρπʹ πεζῇ πρὸς τὴν ἑτέραν θάλασσαν τὴν πρὸς Καρχηδόνα. Ἔστι δὲ ἀκτή, δι᾽ ἧς ἰσθμός ἐστι. Παράπλους ἀπὸ τοῦ ποταμοῦ ἐντεῦθεν εἰς Καρχηδόνα ἥμισυ ἡμέρας. Ἡ δὲ Καρχηδονίων χώρα ἐστὶν ἐν κόλπῳ.

111. Καρχηδων. Μετὰ δὲ τὸν ἰσθμὸν Καρχηδών ἐστι, πόλις Φοινίκων καὶ λιμήν. Παράπλους ἀπὸ Ἑρμαίας ἥμισυ ἡμέρας εἰς Καρχηδόνα. Ἔπεισι δὲ νησία ἐν τῇ Ἑρμαίᾳ ἄκρᾳ, Ποντία νῆσος καὶ Κόσυρος. Πλοῦς δὲ ἀπὸ Ἑρμαίας ἐπὶ Κόσυρον ἡμέρας. Ἀπὸ Ἑρμαίας ἄκρας πρὸς ἥλιον ἀνίσχοντα [μικρὸν ἀπὸ Ἑρμαίας] εἰσὶ νῆσοι τρεῖς μικραὶ κατὰ τοῦτο, ὑπὸ Καρχηδονίων οἰκούμεναι· Μελίτη πόλις καὶ λιμήν, Γαῦλος πόλις, Λαμπάς· αὕτη πύργους ἔχει δύο ἢ τρεῖς. Ἀπὸ δὲ Κοσύρου ἐπὶ Λιλύβαιον ἀκρωτήριον Σικελίας πλοῦς ἡμέρας μιᾶς. Μετὰ Καρχηδόνα Ἰτύκη πόλις καὶ λιμήν. Παράπλους δὲ ἀπὸ Καρχηδόνος εἰς Ἰτύκην μιᾶς ἡμέρας. Ἀπὸ Ἰτύκης Ἵππου Ἄκρα [ἢ] Ἱππὼν πόλις, καὶ λίμνη ἐπ᾽ αὐτῇ ἐστί,