Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/245

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ νῆσοι ἐν τῇ λίμνῃ, καὶ περὶ τὴν λίμνην πόλεις (ἐν ταῖς νήσοις) αἵδε· Ψέγας πόλις, καὶ ἀπαντίον αὐτῆς νῆσοι Ναξικαὶ πολλαί· Πιθηκοῦσαι καὶ λιμήν· κατ᾽ ἐναντίον αὐτῶν καὶ νῆσος καὶ πόλις ἐν τῇ νήσῳ Εὔβοια· Θάψα καὶ πόλις καὶ λιμήν, Καύκασις πόλις καὶ λιμήν, Σίδα πόλις, Ἰουλίου ἄκρα, πόλις καὶ λιμήν, Ἕβδομος πόλις καὶ λιμήν, Ἀξίον νῆσος, πόλις καὶ λιμὴν ἔπεστι, Ψαμαθὸς νῆσος, πόλις καὶ λιμήν· καὶ κόλπος. Ἐν δὲ τῷ κόλπῳ Βαρτὰς νῆσος καὶ λιμήν, Χάλκας πόλις ἐν τῷ ποταμῷ, Ἀρύλων πόλις, Μὴς πόλις καὶ λιμήν, Σίγη πόλις ἐν τῷ ποταμῷ, καὶ πρὸ τοῦ ποταμοῦ νῆσος Ἄκρα, πόλις μεγάλη [καὶ] λιμήν, Ἄκρος ἡ πόλις καὶ ὁ κόλπος ἐν αὐτῇ, ἔρημος νῆσος Δρίναυπα ὄνομα, Ἡράκλειος στήλη [ἡ] ἐν Λιβύῃ, ἄκρα Ἀβιλυκὴ [καὶ] πόλις ἐν ποταμῷ καὶ ἀντίον αὐτῆς τὰ Γάδειρα νῆσοι. Ἀπὸ Καρχηδόνος ταύτῃ ἐστὶν ἐφ᾽ Ἡρακλείους στήλας τοῦ καλλίστου πλοῦ παράπλους ἡμερῶν ἑπτὰ καὶ νυκτῶν ἑπτά. ΓΑΔΕΙΡΑ. Εἰσὶ