Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/243

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Παράπλους ἀπὸ ταύτης εἰς Θάψον ἡμέρας καὶ ἡμίσεως. Ἀπὸ δὲ Θάψου ** [καὶ Λέπτεως] τῆς μικρὰς καὶ Ἀδρύμετός ἐστι κόλπος μέγας εἴσω, ἐν ὧι ἡ Σύρτις ἐστὶ ἡ μικρά, Κερκινῖτις καλουμένη, πολὺ τῆς ἄλλης Συρτίδος χαλεπωτέρα καὶ δυσπλοωτέρα, ἧς τὸ περίμετρον στάδια ͵β. Ἐν ταύτῃ τῇ Σύρτιδι ἐνέστηκεν ἡ νῆσος Τριτωνὶς καλουμένη καὶ ποταμὸς Τρίτων, καὶ αὐτόθεν ἐστὶν Ἀθηνᾶς Τριτωνίδος ἱερόν. Στόμα δὲ ἔχει λίμνη μικρόν, καὶ ἐν τῷ στόματι νῆσος ἔπεστι· καὶ ὅταν ἀνάπωτις ἦι, ἐνίοτε ἡ λίμνη οὐκ ἔχειν εἴσπλουν ἐστὶ φαίνουσα. Ἡ δὲ λίμνη αὕτη ἐστὶ μεγάλη, τὸ περίμετρον ἔχουσα ὡς σταδίων χιλίων. Περιοικοῦσι δὲ αὐτὴν Λιβύες πάντες * ἔθνος, καὶ πόλις τὰ ἐπέκεινα πρὸς ἡλίου δυσμάς· οὗτοι γὰρ ἅπαντες * Λιβύες λέγονται ξανθοί, ἄπαστοι * καὶ κάλλιστοι. Καὶ ἡ χώρα αὕτη ἀρίστη καὶ παμφο-