Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/242

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Λωτοφάγους κατὰ Ταριχείας. Ἔστι δὲ ἡ νῆσος αὕτη σταδίων τʹ, πλάτος δὲ μικρῷ ἐλάττων. Ἀπέχει δὲ ἀπὸ τῆς ἠπείρου ὡσεὶ στάδια γʹ. Ἐν δὲ τῇ νήσῳ γίνεται λωτός, ὃν ἐσθίουσι, καὶ ἕτερος, ἐξ οὗ οἶνον ποιοῦσιν. Ὁ δὲ τοῦ λωτοῦ καρπός ἐστι τῷ μεγέθει ὅσον μιμαίκυλον. Ποιοῦσι δὲ καὶ ἔλαιον πολὺ ἐκ κοτίνων. Φέρει δὲ καρπὸν ἡ νῆσος πολύν, πυροὺς καὶ κριθάς. Ἔστι δὲ ἡ νῆσος εὔγειος. Πλοῦς ἀπὸ Ταριχειῶν εἰς τὴν νῆσον ἡμέρας μιᾶς. Μετὰ δὲ τὴν νῆσόν ἐστι Ἔπιχος πόλις. Ἀπὸ δὲ τῆς νήσου εἰς Ἔπιχον πλοῦς ἡμέρας ἡμισείας. Ἀπὸ δὲ Ἐσχιοδων [εἰς Μακομάδα ἢ Νεάπολιν] πλοῦς ἡμέρας· καὶ νῆσος ἔπεστιν ἐπ᾽ αὐτῇ ἐρήμη. Μετὰ δὲ ταύτην Κερκινῖτις νῆσος καὶ πόλις, καὶ κατὰ ταύτην Θάψος.