Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/238

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἥμισυ ἡμέρας. Ἀπὸ δὲ Ἀντιπύγου Πέτρας ὁ μικρός, λιμήν· πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ Πέτραντος [τοῦ] μικροῦ Χερρόνησοι Ἀχιλίδες, λιμήν (ταῦτα τῆς Κυρηναίων χώρας ἐστί)· πλοῦς ἡμέρας. Ἐν δὲ τῷ μέσῳ Πέτραντος καὶ Χερρονήσου εἰσὶ νῆσοι Ἀηδωνία καὶ Πλατείαι. Ὕφορμοι δὲ ὑπ᾽ αὐταῖς εἰσίν. Ἐντεῦθεν ἄρχεται τὸ σίλφιον φύεσθαι γύης *· παρήκει δὲ ἀπὸ Χερρονήσου διὰ τῆς μεσογείας μέχρι Ἑσπερίδων, παρὰ γῆς ἐγγὺς στάδια ͵αφʹ μάλιστα. Ἀφροδισίας νῆσος ὕφορμος· Ναύσταθμος λιμήν. Πλοῦς ἀπὸ Χερρονήσου ἡμέρας μίας, ἀπὸ δὲ Ναυστάθμου εἰς λιμένα τὸν Κυρήνης στάδια ρʹ. Ἐκ δὲ τοῦ λιμένος εἰς Κυρήνην στάδια ὀγδοήκοντα. Ἔστι δὲ Κυρήνη ἐν μεσογείᾳ. Εἰσὶ δὲ οὗτοι λιμένες πάνορμοι. Καὶ ἄλλαι δὲ καταφυγαὶ ὑπὸ νησιδίοις καὶ ὕφορμοι καὶ ἀκταὶ πολλαὶ ἐν τῇ μεταξὺ χώρᾳ. Ἐκ δὲ λιμένος τῆς Κυρήνης μέχρι λιμένος τοῦ κατὰ Βάρκην στάδια φʹ· ἡ δὲ πόλις ἡ δὲ Βαρκαίων ἀπὸ θαλάσσης ἀπέχει στάδια ρʹ. Ἐκ δὲ λιμένος τοῦ κατὰ Βάρκην ἐφ᾽ Ἑσπερίδας στάδια χκʹ. Ἐκ δὲ Κυρήνης εἰσὶ λιμένες, καὶ χωρία ἐστὶν ἐσχισμένα μέχρι Ἑσπερίδων τάδε· Φυκοῦς κόλπος· ἄνω δὲ ἐνταῦθά ἐστιν ὁ κῆπος τῶν Ἑσπερίδων. Ἔστι δὲ τόπος βαθὺς ὀργυιῶν ιηʹ, ἀπότομος κύκλῳ, οὐδαμοῦ ἔχων κατάβασιν· ἔστι δὲ δύο σταδίων πανταχῆ, οὐκ ἔλλατον, εὖρος καὶ μῆκος. Οὗτός ἐστι σύσκιος δένδρεσιν ἐμπεπλεγμένοις ἐν ἀλλήλοις, ὡς ὅτι μάλιστα πυγνοτάτοις. Τὰ δένδρα ἐστὶ λωτός,