Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/239

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μηλέαι παντοδαπαί, ῥοαί, ἄπιοι, μιμαίκυλα, συκάμινα, ἄμπελοι, μυρσίναι, δάφναι, κισσός, ἐλαίαι, κότινοι, ἀμυγδαλαί, καρύαι. Τῶν δὲ χωρίων ἃ οὐκ εἴρηται, ἐστὶ (δὲ) κατὰ τὸν κῆπον Ἄμπελος, Ἄπιος, ἀλλάσσει στάδια λʹ, Χερρόνησος κῆποι πλεῖστοι, Ζηνερτίς, Ταύχειρα, Καυκαλοῦ κώμη, Ἑσπερίδες πόλις καὶ λιμήν, καὶ ποταμὸς ἐπὶ τῇ πόλει Ἐκκειός. Κατὰ ταῦτα τὰ χωρία ἀπὸ Χερρονήσων τῶν Ἀντίδων τὰ μὲν Κυρηναίων, τὰ δὲ Βαρκαίων ἐστὶ μέχρι Ἑσπερίδων.

109. Νασαμωνες καὶ μακαι. Ἀπὸ δὲ Ἑσπερίδων κόλπος ἐστὶ μέγας, ὧι ὄνομα Σύρτις, ὡς δὲ εἰπεῖν ὅτι μάλιστα εἰκάζοντι σταδίων ͵ε. Ἔστιν αὐτῇ τὸ πλάτος ἀπὸ Ἑσπερίδων εἰς Νέαν πόλιν τὴν πέραν πλοῦς ἡμερῶν τριῶν καὶ νυκτῶν τριῶν. Περιοικοῦσι δὲ αὐτὴν Λιβύων ἔθνος Νασαμῶνες μέχρι τοῦ μυχοῦ τοῦ ἐπ᾽ ἀριστερᾷ· τούτων δὲ ἔχονται Λιβύων ἔθνος παρὰ τὴν Σύρτιν μέχρι τοῦ στόματος τῆς Σύρτιδος Μάκαι. Εἰς δὲ τὴν Σύρτιν ἀπὸ Ἑσπερίδων εἰσπλέοντι Ἡράκλειοι θῖνες· ἔχονται δὲ τούτων Δρέπανον, νῆσοι Πόντιαι τρεῖς,