Μετάβαση στο περιεχόμενο

Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/237

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δὲ Φάρῳ λιμένες πολλοί. Ὕδωρ δὲ ἐκ τῆς Μαρείας λίμνης ὑδρεύονται· ἔστι γὰρ πότιμος. Ὁ δὲ ἀνάπλους εἰς τὴν λίμνην βραχὺς ἐκ Φάρου. Ἔστι δὲ καὶ Χερρόνησος καὶ λιμήν· ἔστι δὲ τοῦ παράπλου στάδια σʹ. Ἀπὸ Χερρονήσου δὲ Πλίνθινός ἐστι κόλπος. Τὸ δὲ στόμα ἐστὶ τοῦ Πλινθίνου κόλπου εἰς Λευκὴν ἀκτὴν πλοῦς ἡμέρας καὶ νυκτός· τὸ δὲ εἰς τὸν μυχὸν τοῦ Πλινθίνου κόλπου δὶς τοσοῦτον. Περιοικεῖται δὲ κύκλῳ. Ἀπὸ δὲ Λευκῆς ἀκτῆς εἰς Λαοδαμάντειον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ δὲ Λαοδαμαντείου λιμένος εἰς Παραιτόνιον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἔχεται Ἆπις πόλις. Μέχρις οὖν ἐνταῦθα Αἰγύπτιοι ἄρχουσιν.

108. Μαρμαριδαι. Ἀπὸ δὲ Ἄπιδος ἔθνος Λιβύων ἐστὶν οἱ Μαρμαρίδαι μέχρις εἰς Ἑσπερίδας. Ἀπὸ δὲ Ἄπιδος ἐπὶ Τυνδαρίους σκοπέλους πλοῦς ἡμέρας. Καὶ ἀπὸ Τυνδαρίων σκοπέλων εἰς Πλύνους λιμένα πλοῦς ἡμέρας. Ἐκ Πλύνων εἰς Πέτραντα τὸν μέγαν πλοῦς ἥμισυ ἡμέρας. Ἐκ Πέτραντος εἰς Μενέλαον πλοῦς ἡμέρας. Ἐκ Μενελάου εἰς Κυρθάνειον ἥμισυ ἡμέρας. Ἀπὸ Κυρθανείου Ἀντίπυγος λιμήν· πλοῦς