Μετάβαση στο περιεχόμενο

Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/392

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
334p. [408.
ΦΙΛΟΣΤΡΑΤΟΥ

τι ἐπιδηλοῖ τῷ προσώπῳ, ὁ δὲ χάριτος, ὁ δὲ ἀστεισμοῦ, τὸν δὲ ἀνακεκυφέναι φήσεις ἐκ βιβλίου, φέρουσι δὲ αὐτοὺς ἵπποι παραπλήσιοι οὐδεὶς ἄλλος ἄλλῳ λευκός τις καὶ ξανθὸς καὶ μέλας καὶ φοῖνιξ, ἀργυροχάλινοι καὶ στικτοὶ καὶ χρυσοῖ τὰ φάλαρα. ταῦτα φασὶ τὰ χρώματα τοὺς ἐν Ὠκεανῷ βαρβάρους ἐγχεῖν τῷ χαλκῷ διαπύρῳ, τὰ δὲ συνίστασθαι καὶ λιθοῦσθαι καὶ σώζειν, ἃ ἐγράφη. οὐδὲ τὴν ἐσθῆτα συμβαίνουσιν ἢ τὴν στολήν, ὁ μὲν γὰρ εὔζωνος ἱππάζεται καὶ κοῦφος, ἀκοντιστής, οἶμαι, ἀγαθὸς ὤν, ὁ δὲ πέφρακται τὸ στέρνον ἀπειλῶν πάλην τινὰ τῷ θηρίῳ, καὶ τὰ σκέλη, πέφρακται τὸ δὲ μειράκιον ὀχεῖται μὲν ἐφ᾽ ἵππου λευκοῦ, μέλαινα δέ, ὡς ὁρᾷς, ἡ κεφαλὴ τῷ ἵππῳ καὶ λευκὸν ἀποτετόρνευται κύκλον ἐπὶ τοῦ μετώπου κατ᾽ αὐτὸ τῆς σελήνης τὸ πλῆρες, καὶ φάλαρα ἔχει χρυσᾶ καὶ χαλινὸν κόκκου Μηδικοῦ, τουτὶ γὰρ τὸ χρῶμα προσαστράπτει τῷ χρυσῷ, καθάπερ οἱ πυρώδεις λίθοι. στολὴ τῷ μειρακίῳ χλαμὺς ἔχουσά τι ἀνέμου καὶ κόλπου. τὸ μὲν χρῶμα ἐκ φοινικῆς ἁλουργίας, ἣν ἐπαινοῦσι Φοίνικες, ἀγαπάσθω δὲ τῶν ἁλουργῶν μάλιστα, δοκοῦν γὰρ σκυθρωπάζειν ἕλκει τινὰ παρὰ τοῦ ἡλίου ὥραν καὶ τῷ τῆς σίδης ἄνθει ῥαίνεται. αἰδοῖ δὲ τοῦ γυμνοῦσθαι πρὸς τοὺς παρόντας ἔσταλται χειριδωτῷ φοινικῷ, συμμετρεῖται δὲ ὁ χιτὼν ἐς ἥμισυ τοῦ μηροῦ καὶ ἴσα τοῦ ἀγκῶνος, καὶ μειδιᾷ καὶ χαροπὸν βλέπει καὶ κομᾷ ὅσον μὴ ἐπισκοτεῖσθαι τοὺς ὀφθαλμούς, ὅτε ἀτακτήσει ἡ κόμη ὑπὸ τοῦ ἀνέμου. τάχα τις καὶ τὴν παρειὰν ἐπαινέσεται καὶ τὰ μέτρα τῆς ῥινὸς καὶ καθ᾽ ἓν οὑτωσὶ τὰ ἐν τῷ προσώπῳ, ἐγὼ δὲ ἄγαμαι αὐτὸ τοῦ φρονήματος· καὶ γὰρ ὡς θηρατὴς ἔρρωται καὶ ὑπὸ τοῦ ἵππου ἐπῆρται καὶ συνίησιν, ὅτι ἐρᾶται. σκευοφο-