Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/391

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 402.]333
ΕΙΚΟΝΕΣ

γέγραπται καὶ ἐσθῆτα ἔχει λευκὴν ἐπὶ μελαίνῃ, τό, οἶμαι, νύκτωρ αὐτοῦ καὶ μεθ᾽ ἡμέραν. ἔχει καὶ κέρας ἐν ταῖν χεροῖν, ὡς τὰ ἐνύπνια διὰ τῆς ἀληθοῦς ἀνάγων.

ΣΥΟΘΗΡΑΙ.

κη΄. Μὴ παραθεῖτε ἡμᾶς, ὦ θηρευταί, μηδὲ ἐπικελεύεσθε τοῖς ἵπποις, πρὶν ὑμῶν ἐξιχνεύσωμεν, ὅ τι βούλεσθε καὶ ὅ τι θηρᾶτε. ὑμεῖς μὲν γὰρ ἐπὶ χλούνην σῦν φατε ἵεσθαι, καὶ ὁρῶ τὰ ἔργα τοῦ θηρίου· τὰς ἐλαίας ἐξορώρυχε καὶ τὰς ἀμπέλους ἐκτέτμηκε καὶ οὐδὲ συκῆν καταλέλοιπεν ἢ μῆλον ἢ μηλάνθην, πάντα δὲ ἐξῄρηκεν ἐκ τῆς γῆς τὰ μὲν ἀνορύττων, τοῖς δὲ ἐμπίπτων, τοῖς δὲ παρακνώμενος, ὁρῶ δὲ καὶ αὐτὸν τὴν χαίτην φρίττοντα καὶ πῦρ ἐμβλέποντα καὶ οἱ ὀδόντες αὐτῷ παταγοῦσιν ἐφ᾽ ὑμᾶς, ὦ γενναῖοι, δεινὰ γὰρ τὰ τοιαυτὶ θηρία ὅτι ἐκ πλείστου κατακούειν τοῦ ὁμάδου· ἐγὼ μέντοι οἶμαι τὴν ὥραν ἐκείνου τοῦ μειρακίου διαθηρῶντας ὑμᾶς τεθηρᾶσθαι ὑπ᾽ αὐτοῦ καὶ προκινδυνεύειν ἐθέλειν. τί γὰρ οὕτω πλησίον; τί δὲ παραψαύοντες; τί δὲ παρ᾽ αὐτὸ ἐπέστραφθε; τί δὲ ὠστίζεσθε τοῖς ἵπποις; οἷον ἔπαθον· ἐξήχθην ὑπὸ τῆς γραφῆς μὴ γεγράφθαι δοκεῖν αὐτούς, εἶναι δὲ καὶ κινεῖσθαι καὶ ἐρᾶν, διατωθάζω γοῦν ὡς ἀκούοντας καὶ δοκῶ τι ἀντακούσεσθαι, σὺ δ᾽ οὐδ᾽ ὅσα ἐπιστρέψαι παραπαίοντα ἐφθέγξω τι, παραπλησίως ἐμοὶ νενικημένος καὶ οὐκ ἔχων ἀνείργεσθαι τῆς ἀπάτης καὶ τοῦ ἐν αὐτῇ ὕπνου. σκοπῶμεν οὖν τὰ γεγραμμένα, γραφῇ γὰρ παρεστήκαμεν. περίκεινται μὲν δὴ τῷ μειρακίῳ νεανίαι καλοὶ καὶ καλὰ ἐπιτηδεύοντες καὶ οἷον εὐπατρίδαι, καὶ ὁ μὲν παλαίστρας