Μετάβαση στο περιεχόμενο

Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/393

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 404.]335
ΕΙΚΟΝΕΣ

ροῦσι δὲ αὐτοῖς ὀρεῖς καὶ ὀρεωκόμοι ποδοστράβας καὶ ἄρκυς καὶ προβόλια καὶ ἀκόντια καὶ λόγχας, ἐφ᾽ ὧν οἱ κνώδοντες, καὶ κυναγωγοὶ συστρατεύουσι καὶ σκοπιωροί, καὶ τὰ ἔθνη τῶν κυνῶν, οὐχ αἱ τὴν ῥῖνα ἀγαθαὶ μόναι ἢ αἱ ταχεῖαι αὐτῶν, ἀλλὰ καὶ αἱ γενναῖαι, δεῖ γὰρ καὶ ἀλκῆς ἐπὶ τὸ θηρίον. γράφει δὴ Λοκρίδας Λακαίνας Ἰνδικὰς Κρητικάς, τὰς μὲν ἀγερώχους καὶ ὑλακτούσας, τὰς δὲ ἐννοούσας, αἳ δὴ μεθέπουσι καὶ σεσήρασι κατὰ τοῦ ἴχνους καὶ τὴν Ἀγροτέραν προιόντες ᾄσονται, νεὼς γάρ τις αὐτῆς ἐκεῖ καὶ ἄγαλμα λεῖον ὑπὸ τοῦ χρόνου καὶ συῶν κεφαλαὶ καὶ ἄρκτων, νέμεται δὲ αὐτῇ καὶ θηρία ἄνετα, νεβροὶ καὶ λύκοι καὶ λαγωοί, πάντα ἥμερα καὶ μὴ δεδιότα τοὺς ἀνθρώπους. ἔχονται μετὰ τὴν εὐχὴν τῆς θήρας. καὶ τὸ θηρίον οὐκ ἀνέχεται λανθάνειν, ἀλλ᾽ ἐκπηδᾷ τῆς λόχμης, εἶτα ἐμπίπτει τοῖς ἱππεῦσι καὶ ταράττει μὲν αὐτοὺς ἐκ προσβολῆς, νικᾶται δὲ ὑπὸ τῶν βαλλόντων καιρίᾳ μὲν οὐκ ἐντυχὼν διά τε τὸ φράττεσθαι πρὸς τὰς πληγὰς διά τε τὸ μὴ ὑπὸ θαρρούντων βάλλεσθαι, μαλαχθεὶς δὲ πληγῇ ἐπιπολαίῳ κατὰ τοῦ μηροῦ φεύγει διὰ τῆς ὕλης, ἐκδέχεται δὲ αὐτὸν ἕλος βαθὺ καὶ λίμνη πρὸς τῷ ἕλει. διώκουσιν οὖν βοῇ χρώμενοι οἱ μὲν ἄλλοι μέχρι τοῦ ἕλους, τὸ δὲ μειράκιον συνεμβάλλει τῷ θηρίῳ ἐς τὴν λίμνην καὶ τέτταρες οὗτοι κύνες, καὶ τὸ μὲν θηρίον ἵεται τρῶσαι τὸν ἵππον, ἀπονεῦσαν δὲ τοῦ ἵππου τὸ μειράκιον καὶ ἐς τὰ δεξιὰ μετακλῖναν ἀφίησι τῇ χειρὶ πάσῃ καὶ βάλλει τὸν σῦν κατ᾽ αὐτὸ μάλιστα τὸ συνάπτον τὴν πλάτην τῇ δέρῃ. τοὐντεῦθεν οἱ μὲν κύνες κατάγουσι τὸν σῦν ἐς τὴν γῆν, οἱ δὲ ἐρασταὶ βοῶσιν ἀπὸ τῆς ὄχθης οἷον φιλοτιμούμενοι πρὸς ἀλλήλους, ὅστις ὑπερκεκράξεται τὸν πέλας,