γέντε, ἀλλήλων δὲ οὕτως ἥττησθον, ὡς ἐν ὁρμῇ τοῦ περιβάλλειν εἶναι. ἔσταλται δὲ ὁ μὲν τὸν Λύδιόν τε καὶ τὸν ἁβρὸν τρόπον ἡλικίαν τε καὶ ὥραν ἄγων, ἣν καὶ μικρῷ πρόσθεν εἶδες, ὅτε τοὺς ἵππους τὸν Ποσειδῶνα ἐξῄτει, ἡ δ᾽ ἔσταλται τὸν γαμικὸν τρόπον ἄρτι τὴν παρειὰν ἀνακαλύπτουσα, ὅτε ἐς ἀνδρὸς ἥκειν νενίκηται. πηδᾷ καὶ Ἀλφειὸς ἐκ τῆς δίνης κοτίνου τινὰ ἐξαίρων στέφανον τῷ Πέλοπι προσελαύνοντι τῇ ὄχθῃ. τὰ δὲ ἐν τῷ ἱπποδρόμῳ σήματα οἱ μνηστῆρες ἐκεῖ ἐθάπτοντο, οὓς ἀποκτείνων ὁ Οἰνόμαος ἀνεβάλλετο τὸν τῆς θυγατρὸς γάμον ἐπὶ τρισκαίδεκα ἤδη νέοις. ἀλλὰ ἡ γῆ νῦν ἄνθη φύει περὶ τοῖς σήμασιν, ὡς μετέχοιέν τι κἀκεῖνοι τοῦ στεφανοῦσθαι δοκεῖν ἐπὶ τῇ τοῦ Οἰνομάου δίκῃ.
ιη΄. Γέγραπται μέν, ὦ παῖ, καὶ τὰ ἐν τῷ Κιθαιρῶνι, Βακχῶν χοροὶ καὶ ὕποινοι πέτραι καὶ νέκταρ ἐκ βοτρύων καὶ ὡς γάλακτι τὴν βῶλον ἡ γῆ λιπαίνει, καὶ ἰδού, κιττὸς ἕρπει καὶ ὄφεις ὀρθοὶ καὶ θύρσοι καὶ δένδρα, οἶμαι, μέλι στάζοντα. καὶ ἥδε σοι ἡ ἐλάτη χαμαὶ γυναικῶν ἔργον ἐκ Διονύσου μέγα, πέπτωκε δὲ τὸν Πενθέα ἀποσεισαμένη ταῖς Βάκχαις ἐν εἴδει λέοντος, αἱ δὲ καὶ ξαίνουσι τὸ θήραμα μήτηρ ἐκείνη καὶ ἀδελφαὶ μητρὸς αἱ μὲν ἀπορρηγνῦσαι τὰς χεῖρας, ἡ δὲ ἐπισπῶσα τὸν υἱὸν τῆς χαίτης. εἴποις δ᾽ ἄν, ὡς καὶ ἀλαλάζουσιν, οὕτως εὔιον αὐταῖς τὸ ἆσθμα. Διόνυσος δὲ αὐτὸς μὲν ἐν περιωπῇ τούτων ἕστηκεν ἐμπλήσας τὴν παρειὰν χόλου, τὸν δὲ οἶστρον προσβακχεύσας ταῖς γυναιξίν· οὔτε ὁρῶσι γοῦν τὰ δρώμενα καὶ ὁπόσα ἱκετεύει ὁ Πενθεύς, λέοντος ἀκούειν φασὶ βρυχωμένου. ταυτὶ μὲν τὰ ἐν