Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/379

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 395.]321
ΕΙΚΟΝΕΣ

τῷ ὄρει, τὰ δὲ ἐγγὺς ταῦτα, Θῆβαι ἤδη καὶ Κάδμου στέγη καὶ θρῆνος ἐπὶ τῇ ἄγρᾳ καὶ συναρμόττουσιν οἱ προσήκοντες τὸν νεκρόν, εἴ πη σωθείη τῷ τάφῳ. πρόκειται καὶ ἡ κεφαλὴ τοῦ Πενθέως οὐκέτι ἀμφίβολος, ἀλλ᾽ οἵα καὶ τῷ Διονύσῳ ἐλεεῖν, νεωτάτη καὶ ἁπαλὴ τὴν γένυν καὶ πυρσὴ τὰς κόμας, ἃς οὔτε κιττὸς ἤρεψεν οὔτε σμίλακος ἢ ἀμπέλου κλῆμα οὔτε αὐλὸς ἔσεισέ τις οὔτε οἶστρος. ἐρρώννυτο μὲν ὑπ᾽ αὐτῶν, καὶ ἐρρώννυεν αὐτάς, ἐμαίνετο δὲ αὐτὸ τὸ μὴ μετὰ Διονύσου μαίνεσθαι. ἐλεεινὰ καὶ τὰ τῶν γυναικῶν ἡγώμεθα, οἷα μὲν γὰρ ἐν τῷ Κιθαιρῶνι ἠγνόσαν, οἷα δὲ ἐνταῦθα γιγνώσκουσινς3 ἀπολέλοιπε δὲ αὐτὰς οὐχ ἡ μανία μόνον, ἀλλὰ καὶ ἡ ῥώμη, καθ᾽ ἣν ἐβάκχευσαν. κατὰ μὲν γὰρ τὸν Κιθαιρῶνα ὁρᾷς, ὡς μεσταὶ τοῦ ἄθλου φέρονται συνεξαίρουσαι τὴν ἠχὼ τοῦ ὄρους, ἐνταῦθα δὲ καθίστανται καὶ ἐς νοῦν τῶν βεβακχευμένων ἥκουσιν, ἱζάνουσαί τε κατὰ τῆς γῆς τῆς μὲν ἐς γόνατα ἡ κεφαλὴ βρίθει, τῆς δὲ ἐς ὦμον, ἡ δ᾽ Ἀγαυὴ περιβάλλειν μὲν τὸν υἱὸν ὥρμηκε, θιγεῖν δὲ ὀκνεῖ. προσμέμικται δ᾽ αὐτῇ τὸ τοῦ παιδὸς αἷμα τὸ μὲν ἐς χεῖρας, τὸ δὲ ἐς παρειάν, τὸ δὲ ἐς τὰ γυμνὰ τοῦ μαζοῦ. ἡ δὲ Ἁρμονία καὶ ὁ Κάδμος εἰσὶ μέν, ἀλλ᾽ οὐχ οἵπερ ἦσαν, δράκοντε γὰρ ἤδη ἐκ μηρῶν γίγνονται, καὶ φολὶς αὐτοὺς ἤδη ἔχει, φροῦδοι πόδες, φροῦδοι γλουτοί, καὶ ἡ μεταβολὴ τοῦ εἴδους ἕρπει ἄνω. οἱ δὲ ἐκπλήττονται καὶ περιβάλλουσιν ἀλλήλους, οἷον ξυνέχοντες τὰ λοιπὰ τοῦ σώματος, ὡς ἐκεῖνα γοῦν αὐτοὺς μὴ φύγοι.

ΤΥΡΡΗΝΟΙ.

ιθ΄. Ναῦς θεωρὶς καὶ ναῦς λῃστρική. τὴν μὲν Διόνυσος εὐθύνει, τὴν δ᾽ ἐμβεβήκασι Τυρρηνοὶ