Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/377

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 394.]319
ΕΙΚΟΝΕΣ

καὶ ἄνετος καὶ λευκὴ πᾶσα ἐπὶ μελαίνῃ τῇ κεφαλῇ, ἀπαξιοῖ δὲ τὸν ταῦρον, σκίρτημα γὰρ ὑποφαίνει κόρης δή τινος ὑποφευγούσης ἐραστοῦ ὕβριν.

ΙΠΠΟΔΑΜΕΙΑ.

ιζ΄. Ἡ μὲν ἔκπληξις ἐπ᾽ Οἰνομάῳ τῷ Ἀρκάδι, οἱ δὲ ἐπ᾽ αὐτῷ βοῶντες, ἀκούεις γάρ που, ἥ τε Ἀρκαδία ἐστὶ καὶ ὁπόσον ἐκ τῆς Πελοποννήσου. πέπτωκε δὲ συντριβὲν τὸ ἅρμα τέχνῃ Μυρτίλου, τὸ δὲ ἵππων σύγκειται τεττάρων, τουτὶ γὰρ ἐς μὲν τὰ πολεμικὰ οὔπω ἐθαρσεῖτο, οἱ δὲ ἀγῶνες ἐγίγνωσκόν τε αὐτὸ καὶ ἐτίμων, καὶ οἱ Λυδοὶ δὲ φιλιππότατοι ὄντες ἐπὶ μὲν Πέλοπος τέθριπποί τε ἦσαν ἤδη καὶ ἁρματῖται, μετὰ ταῦτα δὲ τετραρρύμου τε ἥψαντο καὶ λέγονται πρῶτοι τοὺς ὀκτὼ σχεῖν. ὅρα, παῖ, τοὺς μὲν τοῦ Οἰνομάου, ὡς δεινοί τέ εἰσι καὶ σφοδροὶ ὁρμῆσαι λύττης τε καὶ ἀφροῦ μεστοί, τουτὶ δὲ περὶ τοὺς Ἀρκάδας εὕροις ἂν μάλιστα, καὶ ὡς μέλανες, ἐπειδὴ ἐπ᾽ ἀτόποις καὶ οὐκ εὐφήμοις ἐζεύγνυντο, τοὺς δὲ τοῦ Πέλοπος, ὡς λευκοί τέ εἰσι καὶ τῇ ἡνίᾳ πρόσφοροι πειθοῦς τε ἑταῖροι καὶ χρεμετίζοντες ἥμερόν τι καὶ εὐξύνετον τῆς νίκης, τόν τε Οἰνόμαον, ὡς ἴσα καὶ Διομήδης ὁ Θρᾷξ βάρβαρός τε κεῖται καὶ ὠμὸς τὸ εἶδος. οἶμαι δὲ οὐδὲ τῷ Πέλοπι ἀπιστήσεις, ὡς Ποσειδῶν ποτε αὐτὸν ἠγάσθη τῆς ὥρας οἰνοχοοῦντα ἐν Σιπύλῳ τοῖς θεοῖς καὶ ἀγασθεὶς ἀνέθηκεν ἐς τουτὶ τὸ ἅρμα μειράκιόν γε ἤδη ὄντα. τὸ δὲ ἅρμα ἴσα τῇ γῇ τὴν θάλατταν διαστείχει, καὶ οὐδὲ ῥανὶς ἀπ᾽ αὐτῆς πηδᾷ ἐς τὸν ἄξονα, βεβαία δὲ καὶ τῇ γῇ ἐοικυῖα ὑπόκειται τοῖς ἵπποις. τὸν μὲν οὖν δρόμον ὁ Πέλοψ τε καί ἡ Ἱπποδάμεια νικῶσιν ἐφεστηκότε ἄμφω τῷ ἅρματι κἀκεῖ συζυ-