Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/369

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
p. 389.]311
ΕΙΚΟΝΕΣ

ἐμπέπρησται καὶ τὰ στέρνα ὑποτύφεται ποταμῷ τε Ἠριδανῷ ἐμπεσεῖται καὶ παρέξει μῦθόν τινα τῷ ὕδατι· κύκνοι γὰρ δὴ ἀναφυσῶντες ἡδὺ τὸ ἐντεῦθεν καὶ ποιήσονται ᾠδὴν τὸ μειράκιον, ἀγέλαι τε αὐτῶν ἀρθεῖσαι Καύστρῳ ταῦτα καὶ Ἴστρῳ ᾄσονται καὶ οὐδὲν ἀνήκοον ἔσται τοῦ τοιούτου λόγου, Ζεφύρῳ τε χρήσονται πρὸς τὴν ᾠδὴν ἐλαφρῷ καὶ ἐνοδίῳ, λέγεται γὰρ ξυναυλίαν τοῦ θρήνου τοῖς κύκνοις ὁμολογῆσαι. ταῦτά τοι καὶ πάρεστι τοῖς ὄρνισιν, ὥστε ὥρα καὶ ψάλλειν αὐτοὺς οἷον ὄργανα. τὰ δὲ ἐπὶ τῇ ὄχθῃ γύναια, αἳ οὔπω δένδρα, φασὶ τὰς Ἡλιάδας ἐπὶ τῷ ἀδελφῷ μεταφῦναι καὶ ἐς δένδρα λῆξαι δάκρυά τε ἀφιέναι. καὶ ἡ γραφὴ ταῦτα οἶδε· ῥίζας γὰρ βαλλομένη τοῖς σφυροῖς τὰ μὲν ἐς ὀμφαλὸν δένδρα αὗται, τὰς δὲ χεῖρας ὄζοι φθάνουσι· φεῦ τῆς κόμης, ὡς αἰγείρου πάντα. φεῦ τῶν δακρύων, ὡς χρυσᾶ, καὶ τὸ μὲν πλημμῦρον ἐν τῇ τῶν ὀφθαλμῶν ἕδρᾳ χαροπαῖς ἐπαυγάζει ταῖς κόραις καὶ οἷον ἀκτῖνα ἕλκει, τὸ δὲ ταῖς παρειαῖς ἐντυγχάνον μαρμαίρει περὶ τὸ ἐκείνῃ ἔρευθος, τὰ δὲ στάζοντα κατὰ τοῦ στέρνου χρυσὸς ἤδη. θρηνεῖ καὶ ὁ ποταμὸς ἀνέχων τῆς δίνης καὶ τῷ μὲν Φαέθοντι κόλπον ὑπέχει, τὸ γὰρ χρῶμα δεξαμένου, τὰς δὲ Ἡλιάδας γεωργήσει αὐτίκα, αὔραις γὰρ καὶ κρυμοῖς, οὓς ἀναδίδωσι, λιθουργήσει καὶ πεσόντα ὑποδέξεται καὶ διὰ φαιδροῦ τοῦ ὕδατος ἀπάξει τοῖς ἐν Ὠκεανῷ βαρβάροις τὰ τῶν αἰγείρων ψήγματα.

ΒΟΣΠΟΡΟΣ.

ιβ΄. — [τὰ δὲ ἐπὶ τῇ ὄχθῃ γύναια] παραβοῶσι, παρακαλεῖν δὲ καὶ τοὺς ἵππους ἐοίκασι μὴ ῥῖψαι τὰ παιδία, μηδὲ ἀποπτύσαι τὸν χαλινόν, ἑλεῖν δὲ καὶ