Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/370

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
312p. [390.
ΦΙΛΟΣΤΡΑΤΟΥ

συμπατῆσαι τὰ θηρία, οἱ δὲ ἀκούουσιν, οἶμαι, καὶ ποιοῦσι ταῦτα. θηράσαντας δὲ αὐτοὺς καὶ δαῖτα ᾑρηκότας διαπορθμεύει ναῦς ἀπὸ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν σταδίους μάλιστά που τέτταρας, τουτὶ γὰρ τὸ ἐν μέσῳ τοῖν ἐθνοῖν, καὶ αὐτερέται πλέουσιν· ἰδοὺ καὶ πεῖσμα βάλλονται, δέχεται δὲ αὐτοὺς οἰκία μάλα ἡδεῖα θαλάμους ὑποφαίνουσα καὶ ἀνδρῶνας καὶ θυρίδων ἴχνη, καὶ τεῖχος δὲ περιβέβληται καὶ ἐπάλξεις ἔχει. τὸ δὲ κάλλιστον αὐτῆς, ἡμίκυκλος περιέστηκε στοὰ τῇ θαλάττῃ κιρροειδὴς ὑπὸ τοῦ ἐν αὐτῇ λίθου. γένεσις ἐκ πηγῶν τῷ λίθῳ, θερμὸν γὰρ νᾶμα ὑπεκρέον τὰ τῆς κάτω Φρυγίας ὄρη καὶ τὸ ῥεῦμα ἐς τὰς λιθοτομίας ἐσάγον ὑπόμβρους ἐργάζεται τῶν πετρῶν ἐνίας καὶ ὑδατώδη ποιεῖ τὴν ἔκφυσιν τῶν λίθων, ὅθεν αὐτῶν καὶ πολλὰ τὰ χρώματα· θολερὸν μὲν γάρ, ἔνθα λιμνάζει, καὶ κιρροειδὲς δίδωσι, καθαρὸν δὲ ὅπου, κρυσταλλοειδὲς ἐκεῖθεν καὶ ποικίλλει τὰς πέτρας ἐν πολλαῖς διαπινόμενον ταῖς ὀπαῖς. ἡ ἀκτὴ δὲ ὑψηλὴ καὶ τοιοῦδε μύθου φέρει σύμβολα· κόρη καὶ παῖς ἄμφω καλὼ καὶ φοιτῶντε ταὐτῷ διδασκάλῳ προσεκαύθησαν ἀλλήλοις καὶ περιβάλλειν οὐκ οὔσης ἀδείας ὥρμησαν ἀποθανεῖν ἀπὸ ταυτησὶ τῆς πέτρας κἀντεῦθεν ἤρθησαν ἐς τὴν θάλατταν ἐν ὑστάταις καὶ πρώταις περιβολαῖς, καὶ ὁ Ἔρως ἐπὶ τῇ πέτρᾳ τείνει τὴν χεῖρα ἐς τὴν θάλατταν, ὑποσημαίνων τὸν μῦθον ὁ ζωγράφος. ἡ δὲ ἐφεξῆς οἰκία, χηρεύει τι γύναιον ἐξεληλυθὸς τοῦ ἄστεος δι᾽ ὄχλον νέων, ἁρπάσεσθαι γὰρ αὐτὸ ἔφασαν καὶ ἀφειδῶς ἐκώμαζον καὶ δώροις ἐπείρων. ἡ δ᾽, οἶμαι, κομψόν τι ἐς αὐτοὺς ἔχουσα κνίζει τὰ μειράκια καὶ δεῦρο ὑπεξελθοῦσα οἰκεῖ τὴν ἐχυρὰν ταύτην οἰκίαν. σκέψαι γὰρ ὡς ὠχύρωται· κρη-