Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/368

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
310[p. 388.
ΦΙΛΟΣΤΡΑΤΟΥ

ἄγαλμα ἥδιστον καὶ προσεχέστατον τῇ λύρᾳ. δοκῶ μοι τὸν Ἑρμῆν ἔρωτι κατειλημμένον δοῦναι Ἀμφίονι ἄμφω τὰ δῶρα. καὶ ἡ χλαμύς, ἣν φορεῖ, κἀκείνη παρὰ τοῦ Ἑρμοῦ τάχα· οὐ γὰρ ἐφ᾽ ἑνὸς μένει χρώματος, ἀλλὰ τρέπεται καὶ κατὰ τὴν ἶριν μετανθεῖ. κάθηται δὲ ἐπὶ κολωνοῦ τῷ μὲν ποδὶ κρούων ξυμμελές, τῇ δεξιᾷ δὲ παραπλήττων τὰς νευρὰς ψάλλει, καὶ ἡ ἑτέρα χεὶρ ἐν ὀρθαῖς ταῖς τῶν δακτύλων προβολαῖς, ὅπερ ᾤμην πλαστικὴν ἀπαυθαδιεῖσθαι μόνην. εἶεν. τὰ δὲ τῶν λίθων πῶς ἔχει; πάντες ἐπὶ τὴν ᾠδὴν συνθέουσι καὶ ἀκούουσι καὶ γίγνονται τεῖχος, καὶ τὸ μὲν ἐξῳκοδόμηται, τὸ δὲ ἀναβαίνει, τὸ δὲ ἄρτι κατέλαβον. φιλότιμοι καὶ ἡδεῖς οἱ λίθοι καὶ θητεύοντες μουσικῇ, τὸ δὲ τεῖχος ἑπτάπυλον, ὅσοι τῆς λύρας οἱ τόνοι.

ΦΑΕΘΩΝ.

ια΄. Χρυσᾶ τῶν Ἡλιάδων τὰ δάκρυα· Φαέθοντι λόγος αὐτὰ ῥεῖν, τοῦτον γὰρ παῖδα Ἡλίου γενόμενον ἐπιτολμῆσαι τῷ πατρῴῳ δίφρῳ κατὰ ἔρωτα ἡνιοχήσεως καὶ μὴ κατασχόντα τὴν ἡνίαν σφαλῆναι καὶ ἐν τῷ Ἠριδανῷ πεσεῖν. ταῦτα τοῖς μὲν σοφοῖς πλεονεξία τις εἶναι δοκεῖ τοῦ πυρώδους, ποιηταῖς δὲ καὶ ζωγράφοις ἵπποι καὶ ἅρμα, καὶ συγχεῖται τὰ οὐράνια. σκόπει γάρ· νὺξ μὲν ἐκ μεσημβρίας ἐλαύνει τὴν ἡμέραν, ὁ δὲ ἡλίου κύκλος ἐς γῆν ῥέων ἕλκει τοὺς ἀστέρας. αἱ δὲ Ὧραι τὰς πύλας ἐκλιποῦσαι φεύγουσιν ἐς τὴν ἀπαντῶσαν αὐταῖς ἀχλὺν καὶ οἱ ἵπποι τῆς ζεύγλης ἐκπεσόντες οἴστρῳ φέρονται, ἀπαγορεύει δὲ ἡ Γῆ καὶ τὰς χεῖρας αἴρει ἄνω, ῥαγδαίου τοῦ πυρὸς ἐς αὐτὴν ἰόντος. ἐκπίπτει δὲ τὸ μειράκιον καὶ καταφέρεται, τήν τε γὰρ κόμην